124
τὸ παίζειν. ουτως Πλάτων. ∆ηναιά. μακροχρόνια, πολυχρόνια. παρὰ τὸ αἰὼν, ο σημαίνει τὸν τῆς ζωῆς χρόνον, καὶ τὸ δὴν, τὸ ἐπὶ πολὺν χρόνον. ∆ήνεα. τὰ βουλεύματα. ∆ηρόν. ἐπιπολύ. οιον· -δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς. ωσπερ δὲ παρὰ τὸ ἡ πέρα, τῆς πέρας, τῇ πέρᾳ, τὴν πέραν· πέραν τοῦ χειμάῤῥου τῶν κέδρων· ουτως καὶ ἀπὸ τοῦ δηναιὸς τὸ οὐδέτερον δηναιὸν, καὶ κατὰ συγκοπὴν δηνὸν καὶ δηρόν. ∆ημοτικά. τὰ τοῖς πολλοῖς ἐμπρέποντα. ( ̔Ρῆμα.) ∆ήετε. εὑρήσετε. ∆ήεισ. εὑρήσεις. ∆ηθύνω. τὸ βραδύνω. παρὰ τὸ δηθὰ δαθύνω καὶ δηθύνω. καὶ ἀπὸ ἐπιῤῥήματος γίνεται ῥῆμα, ὡς ὀψὲ, ὀψίω καὶ ὀψίζω, θαμὰ, θαμίζω. ∆ηϊώσασ. διακόψας. εστι δαίω τὸ διακόπτω. καὶ ἐκ τούτου γίνεται δάϊος καὶ δήϊος, καὶ ῥῆμα δηΐω. ἐξ ου καὶ τό· δηΐουν ἀλλήλους ἀμφὶ στήθεσι βοείας. delta.503 ειτα κατὰ συναίρεσιν δηῶ, καὶ ἡ μετοχὴ δηώσας, καὶ σημαίνει τὸ ἀναιρῶ. ∆ηΐων. διακόπτων. ∆ηλήσεται. βλάψει. ∆ηλῶ. τὸ βλάπτω. τὸ μὲν δηλητήριον ἀπὸ τοῦ δηλῶ, τὸ δὲ δηλῶ ἀπὸ τοῦ δῆρις, ο σημαίνει τὴν μάχην, δηρῶ καὶ δηλῶ. τοῦτο ἀπὸ τοῦ δαίω τὸ κόπτω. ∆ημηγορῆσαι. ἐν δήμῳ λαλῆσαι. ∆ημοσιεύων. δωρεὰν ἐργάζομαι. ̓Αριστοφάνης· ἀλλ', ω πόνηρ', οὐ δημοσιεύων τυγχάνω. αἰτιατικῇ συντάσσεται. ∆ημοτεύεσθαι. τὸ τοῦδε τινὸς δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ' αὐτοῦ. ∆ημοκοπεῖν. ἀντὶ τοῦ παίζειν. ∆ημοῦσθαι. παίζειν. ουτω Πλάτων. ∆ημεύσασ. δημοσιεύσας. ∆ήξω. λυπήσω. δίξω δὲ ἀντὶ τοῦ τρώσω, ι. δείξω δὲ ἀντὶ τοῦ φανερώσω, δίφθογγον. ∆ηοῦν. ἀφανίζειν, πορθεῖν, διακόπτειν. ∆ηριγευόμενοσ. ὀψικευόμενος. εστι δὲ ἡ λέξις ̔Ρωμαϊκή. delta.504 ∆ήσαντεσ. δεσμεύσαντες. ∆ηώσαντεσ. ἀφανίσαντες, πορθήσαντες, διακόψαντες. ∆ῆθεν. ὡς δή φησι. ποτὲ μέν ἐστι παραπληρωτικὸν δὴ, ποτὲ δὲ ὡς δή. ∆ηθά. ἐπὶ πολὺν χρόνον. ∆ηθάκισ. πλειστάκις. ∆ηλαδή. φημί· ἐξάπαντος, φανερῶς. ∆ημοτελῶσ. παντὶ τῷ δήμῳ. ∆ημοτικῶσ. πολιτικῶς. καὶ δημοτικὰ τὰ τοῖς πολλοῖς ἐμπρέποντα. ∆ήπουθεν. δηλονότι, η ἐκ τινὸς τόπου. ∆ήπου. ὡς δή. ∆ῆτα. λοιπὸν η ουτως. ∆ή. ἀντὶ τοῦ νῦν. ∆ήν. ἐπὶ πολὺν χρόνον. παρὰ τὸ αἰὼν, ο σημαίνει τὸν τῆς ζωῆς χρόνον, πλεονασμῷ τοῦ δ γίνεται δαιὼν καὶ κατὰ συγκοπὴν δὼν καὶ τροπῇ τοῦ ˉω εἰς ˉη δήν. τὰ γὰρ εἰς ˉηˉν ἐπιῤῥήματα διὰ τοῦ ˉη γράφεται, οιον· χύδην, φύρδην, δήν· πλὴν τοῦ πρὶν, πάλιν, ἀνόπιν καὶ κατόπιν. delta.505 Τὸ ∆ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) ∆ιαπρύσιοσ. ὁ μέγας, διαβόητος. ∆ιαπρεπήσ. ἐπίσημος, εκδηλος. ∆ιάβροχοσ. οἰνωμένος. ὡς δὲ ἐμέθυεν ὁ πορνοβοσκὸς καὶ διάβροχος ην πάνυ, τί μέλλομεν, εφη. ∆ιαβήτησ. ἐργαλεῖον ευχρηστον τέχναις πολλαῖς, τῷ λάμβδα στοιχείῳ παρεοικός. ∆ιαγνώμων. ὁ διαγινώσκων, ὁ διακρίνων. ∆ιαγραφεύσ. ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρίνειν, πόσον εκαστος εἰσενεγκεῖν ὀφείλει. ∆ιάπυροσ. θερμός. διάπυρος ἐραστής. ∆ιαλλάκτησ. συμβιβαστής. ∆ιαλογισμόσ. ὁ μετὰ τοὺς δύο ὑπεισελθὼν καὶ τοὺς τὴν κρίσιν ειτουν τὴν εκβασιν τοῦ πράγματος ψηφισάμενος. ∆ιάκονοσ. παρὰ τὸ ἐνέγκω τὸ προσενέγκω, καὶ ἐν συνθέσει διενέκω, διαένοκος καὶ καθ' ὑπερβιβασμὸν διαέκονος καὶ κατὰ κρᾶσιν τοῦ ˉαˉε εἰς ˉα μακρὸν διάκονος. ὁ διαφέρων τὰ κελευόμενα. τινὲς δὲ παρὰ τὸ κονεῖν τὸ ὑπηρετεῖν. ∆ιάκτοροσ. ὁ τοὺς λόγους διάγων. οιον· -διάκτορος ̓Αργειφόντης. delta.506 ἐπὶ δὲ τοῦ ̔Ερμοῦ ὁ τὰ κτέρεα καὶ τὰ θύματα τοῖς τετελευτηκόσι κομίζων, η ὁ διακονῶν τὰς ψυχάς. ∆ιάτοροσ. ὁ διασαφηνίζων. παρὰ τὸ τορῶ τὸ σαφηνίζω. ̓Αριστοφάνης· εἰ μήτε τορήσω ταῦτα καὶ λαλήσομαι. ∆ιαδρασιπολίτησ. δειλὸς, ἀποδιδράσκων τὴν πόλιν. ∆ιαγόρασ. κύριον. ∆ιαγόρας ὁ Μήλιος. ∆ιατρύγιοσ. ὁ διὰ μέσου τρύγῃ κατασπειρόμενος. η ἐκ διαφόρων ἀμπέλων καταφυτευόμενος, πρωΐμων καὶ ὀψίμων, ὡς ἐν διαφόρῳ καιρῷ τρυγᾶσθαι. ∆ιατιμητικόσ. δοκιμαστικός. ∆ίαυλοσ. ὁ ἀγών· η μέτρον πηχῶν διακοσίων, η ἡ μακρὰ περίοδος, η τόπος διστάδιος. ∆ιαιτηταί. οἱ ὑπεράνω τῶν πεντήκοντα νομισμάτων δίκας κρίνοντες, ὡς ειναι τοὺς διαιτητὰς μεγίστους κριτάς. ∆ίγνωμοσ. ὁ ἐπαμφοτερίζων τῇ γνώμῃ. ∆ιδάσκαλον.