ἁγίοις αὐτοῦ» Κελεύει πᾶσι προφήτης ὑμνεῖν θεὸν ἀνενδότως. Πᾶσαν πνοὴν καὶ δύναμιν καὶ φύσιν ὁ προφήτης εἰς αἴνεσιν ἀσίγητον ὀτρύνει τοῦ κυρίου. Εἰς τὸν ἰδιόγραφον ψαλμὸν τῷ ∆αυίδ, «μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου» Καρατομεῖς ἆρα δὲ τὸν ξιφηφόρον, κτείνεις δὲ τὸν μέγιστον, ὦ βραχὺ δέμας, καὶ τὸν τοσοῦτον ὄντα πρὸς ξιφουλκίαν σφάττειν, προφῆτα σφενδονηφόρε, σθένεις; ναί, τοῦ θεοῦ θέλοντος, οὐ γὰρ εἰς μάτην ἐκ τριάδος πέπομφα τριττὺν τῶν λίθων. Οὗτος ὁ ψαλμὸς ἰδιόγραφός ἐστι τῷ ∆αυὶδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ τῶν ρνʹ ψαλμῶν, ὅτε ἐμονομάχησε πρὸς τὸν Γολιάθ.
55 Στίχοι ἐν ἐπιτομῇ περὶ τῆς ἑξαημέρου καὶ εἰς τὴν γέννησιν τοῦ Ἀδὰμ καὶ εἰς τὴν ἐξορίαν αὐτοῦ καὶ τὴν τοῦ θεοῦ πρὸς αὐτὸν κηδεμονίαν καὶ περὶ τοῦ Ἀντιχρίστου.
ποίημα Μιχαὴλ Ψελλοῦ Κωνσταντινουπόλεωσ Τριὰς ἁγία, δόξα σοι, πατὴρ ὁ παντοκράτωρ καὶ υἱὸς σὺν τῷ πνεύματι, δόξα σοι εἰς αἰῶνας. Πάντων ἄναξ καὶ κύριε καὶ κτίστα τῶν ἁπάντων, ἐξ οὐκ ὄντων παρήγαγες εἰς τὸ εἶναι τὰ πάντα. πρῶτον ἐδημιούργησας τὰς τάξεις τῶν ἀγγέλων, ἀγγέλους ἀρχαγγέλους τε, ἀρχὰς καὶ ἐξουσίας, θρόνους καὶ κυριότητας καὶ τὰς θείας δυνάμεις, τὰ χερουβὶμ καὶ σεραφίμ, τὰ τετράμορφα ζῷα, τοῦ ὑμνεῖν καὶ δοξάζειν σε ἐν φωναῖς ἀσιγήτοις. ὁ δέκατος δὲ ἀριθμὸς ὁ σατανᾶς ὑπῆρχεν, ἀλλ' ἔπεσεν ὡς ἀστραπή, ὡς κατὰ σοῦ ἀνταίρας, καὶ ὅλος σκότος γέγονεν σὺν τῇ αὐτοῦ στρατείᾳ· θρόνων ἐδόκει ἔχεσθαι αὐτὸς ἐν ταῖς νεφέλαις, ἀλλ' ἔπεσεν ὡς ἀστραπὴ ἐκ τῶν ἐπουρανίων καὶ ἔλαχεν τὴν οἴκησιν ἔχειν ἐν τῇ ἀβύσσῳ. ἀντ' αὐτοῦ δὲ πεποίηκας τὴν φύσιν τῶν ἀνθρώπων· κἂν ἀκραιφνῶς φυλάξωσι θεοῦ τὸ κατ' εἰκόνα καὶ εἰς ἀγγέλων φθάσοιεν ἔχειν τὴν πολιτείαν, οὗτοι ἀναπληρώσουσιν τὸ τάγμα τῷ πεσόντι. Κατ' ἀρχὰς ἐστερέωσας οὐρανοὺς ἐν συνέσει καὶ τούτους κατεκάλλυνας τὸ ἀνέκφραστον κάλλος. ἔνδον δ' αὐτοῦ ὑπάρχουσιν αἱ τάξεις τῶν ἀγγέλων· φῶτα γὰρ ὄντες δεύτερα τῆς σῆς φωτοχυσίας ἀκαταπαύστως ᾄδουσι τὸν τρισάγιον ὕμνον, μόνος [γὰρ] σκότος γέγονεν ὁ πεσὼν Ἑωσφόρος. Τὴν γῆν ἐθεμελίωσας ἐπ' οὐδενὸς ἑδράσας· οὐχ ὑπὸ στύλων ἥδρασται, ἀλλ' ἐν τῇ σῇ παλάμῃ, στῦλ[ος] αὐτῆς γὰρ πέφυκεν ἡ ἄπειρος ἰσχύς σου. καὶ ταύτην κατεκύκλωσας τὴν φύσιν τῶν ὑδάτων· Ὠκεανὸς γὰρ ποταμὸς ταύτην περικυκλεύει, καὶ ἔνδοθεν τοῦ ποταμοῦ τὰ ἄπειρα πελάγη, χειμάρροι ἀναρίθμητοι καὶ ἀένναοι κρῆναι· μέση τοῦ πόλου κρ[έ]μαται ὥσπερ στιγμὴ βραχεῖα. Τὸν δεύτερον δὲ οὐρανὸν τῷ λόγῳ στερεώσας καὶ τοῦτον ἐστερέωσας ἐν μέσῳ τῶν ὑδάτων, τοῦ χωρίζειν τὰ ὕδατα τὰ ἄνω καὶ τὰ κάτω, οὐκ ἐξ ἡλίου ὕδατος, ἀλλὰ τῇ σῇ σοφίᾳ. ἐπάνω δ' αὐτοῦ τέθεικας τὸ πλῆθος τῶν ὑδάτων, ἵνα μή π[ως] καταφλέχθῃ τῇ φλογὶ τοῦ ἡλίου. Τὴν γῆν δὲ ἀπεκάλυψας τὴν πρὶν κεκαλυμμένην καὶ ταύτην κατεποίκιλας τῶν βοτανῶν τὰ γένη, ῥόδα καὶ κρίνα πάμπολλα, βασιλικὰ καὶ κρόκους, καὶ ἄλλα ἀναρίθμητα πρὸς χρῆσιν τῶν ἀνθρώπων, δένδρη τὰ εὐωδέστατα, κυπάρισσον καὶ πεύκην, καὶ δέν[................] ἐν ᾧ σωτὴρ ὑψώθη, καὶ ἄλ[λα ...........] εἰς ἅπασαν τὴν κτίσιν. Τὸν οὐ[ρανὸ]ν ἐκόσμησας [τῷ] πλήθει τῶν ἀστέρων τοῦ διαλύειν τῆς νυκτὸς τὴν ζοφώδη ὁμίχλην· οὐσία γὰρ οὐ πέφυκεν, ὡς φαίνεται, τοῦ σκότους, ἀλλὰ στέρησις τοῦ φωτός, ἡλίου κρυπτομένου. τὸν ἥλιον δὲ τέθεικας εἰς ἀρχὴν τῆς ἡμέρας· τῷ λόγῳ σου γὰρ γέ[γονεν] ἐκ τοῦ φωσφόρου φ[αῦ]σις κατα[φωτίζειν] ἅπαντα τὸν ἐγκύκλιον πόλον, ὄρη, βουνούς, κοιλάδας αὖ, ὁμοῦ καὶ πεδιάδας, ἀκτάς, λιμένας νήσους τε καὶ ἄπειρα πελάγη. ἐπὶ γῆν γὰρ χρονίζοντος θερμαίνεται τὸ ὕδωρ, καὶ ὑπὸ γῆν χρονίζοντος ἐν τῷ ἡμισφαιρίῳ τὴν γῆν καταθερμαίνοντος ψυχραίνεται τὸ ὕδωρ· ταῦτα δὲ οὕτως γένωνται χειμῶνι καὶ τῷ