1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

124

οὐχ εὑρέθησαν ἐν τῇ ὑπ' οὐρανόν· ἡ πρὸ τῶν πειρασμῶν ἐν τῷ πλούτῳ, ἡ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασιν, ἡ μετὰ τοὺς πειρασμούς. ἐν γὰρ τοῖς τρισὶ τούτοις καιροῖς ἄριστα ἀγωνισάμενος τρεῖς ὡραίας ἐσχηκέναι λέγεται θυγατέρας μενούσης μὲν καὶ τῆς ἱστορίας, ἀναγομένου δὲ καὶ τοῦ λόγου ἐπὶ τοὺς τρεῖς καιρούς, καθ' οὓς ἄριστα ἀγωνισάμενος καρποὺς ὡραίους καὶ γεννήματα περιφανῆ καὶ πᾶσι γνώριμα προηνέγκατο. 42, 1517 ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα ὀκτώ. καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν. καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. πάσας εἴληφε τὰς κατὰ νόμον ἐπαγγελίας ὁ τὸν νόμον γραπτὸν ἐν τῇ διανοίᾳ περιφέρων πρὶν ἀκοῦσαι νόμου. ἦν γὰρ νόμου πληρωτής, εἰ καὶ μὴ μαθητής. 42, 17α γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ κύριος ἀνίστησιν. τῶν δικαίων δηλονότι. οἱ γὰρ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. 42, 17β οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου. καὶ ταῦτα τὰ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφάναντος τῇ βίβλῳ. 396 πλὴν ὅμως πάντα δεχόμεθα οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες. 42, 17β ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. προυπῆρχε δὲ ὄνομα τῷ Ἰὼβ Ἰωβάβ, λαβὼν δὲγυναῖκα Ἀράβισσαν γεννᾷ υἱὸν ὄνομα Ἐννών. τὰς μετονομασίας ἐπὶ τῶν ἁγίων εὑρίσκομεν, ὡς τὸν Ἀβρὰμ Ἀβραὰμ ὀνομαζόμενον καὶ τὸν Πέτρον Κηφᾶν, ὥστε καὶ τοῦτο σημεῖον τῆς τοῦ ἁγίου Ἀβραὰμ ῥίζης τὸ πρότερον καλεῖσθαι τὸν Ἰὼβ Ἰωβάβ. ἐπειδὴ δὲ τῆς παλαιᾶς τοῦ Ἰὼβ ὀνομασίας ἐμνήσθη, καλῶς καὶ τῆς αὐτοῦ γυναικὸς ἐμνημόνευσε τῆς Ἀραβίσσης. οὐ γὰρ ἑτέραν ἠγάγετο γυναῖκα, ὥς γε νομίζω, ἀλλ' αὕτη ἦν ἡ πρώτη, ἐξ ἧς γέγονεν αὐτῷ ὁ Ἐννών, εἴτε εἷς τῶν πρώτων παίδων, εἴτε καὶ τῶν δευτέρων. καὶ εἰ μέν τις λέγει τὴν πρώτην τεθνηκέναι καὶ μὴ ἀπολαῦσαι τῶν ἀγαθῶν, φαμέν, ὅτι τοῦτο ὑπέστη διὰ τὸ εἰρηκέναι τῷ Ἰώβ· εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. εἰ δὲ αὕτη ἐστιν ἡ περιοῦσα καὶ τῶν ἀγαθῶν ἀπολαύσασα, λέγομεν, ὅτι διὰ τὸ σωφρονεστέραν αὐτὴν γενέσθαι διὰ τῆς ἐπιτιμήσεως τοῦ δικαίου καὶ μὴ ἀντειπεῖν πρὸς τὴν συμβουλὴν δέδοται αὐτῇ καὶ τῶν ἀγαθῶν ἡ ἀπόλαυσις. πλὴν οὐκ ἀνάγκη τὰ τοιαῦτα λεπτολογεῖν. 42, 17ξ ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὰ τῶν Ἠσαῦ υἱῶν υἱός, μητρὸς Βοσώρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ. κεῖται δὲ ἡ γενεαλογία ἐν Παραλειπομέναις. ἀπὸ γὰρ Ἀβραὰμ Ἰσαάκ, ἐκ δὲ τούτου Ἠσαύ, ἐξ οὗ Ῥαγουήλ, ἀπὸ δὲ τούτου Ζάρα ὁ 397 τοῦ Ἰὼβ πατήρ. πέμπτος οὖν ἀπὸ Ἀβραὰμ ὁ Ἰὼβ μὴ συναριθμουμένου,δηλονότι, τοῦ Ἀβραάμ, ὅθεν καὶ λέγομεν αὐτὸν πρὸ νόμου τυγχάνειν. ὁ γὰρ Μωυσῆς ἕκτος ἀπὸ Ἀβραὰμ εὑρίσκεται οὕτως· Ἀβραὰμ ἸσαὰκἸακὼβ Λευὶ Καὰθ Ἀμβρὰμ Μωυσῆς. ἢ οὖν πρὸ Μωυσέως εὑρίσκεται προλαμβάνων γενεὰν μίαν, ἢ κἂν δῶμεν αὐτὸν συγχρονίσαι τῷ Μωυσεῖ, οὔπω δὲ νόμου γέγονε μαθητής. ἡμεῖς μὲν οὖν οὕτω φαμέν, ἐπεὶ καὶ πολλοῖς τῶν ἐν ἐκκλησίᾳ διαπρεψάντων καὶ παλαιοτέροις ἐξηγηταῖς οὕτως ἐδόκει. εἰ δέ τις φιλονεικῶν λέγει αὐτὸν ἀκηκοέναι τοῦ νόμου, καὶ οὕτως ὁ Ἰὼβ θαυμασιώτερος ἀναφανήσεται τῶν μὲν Ἰσραηλιτῶν μὴ φυλαξάντων τὸν νόμον, ἀλλὰ καὶ εἰδώλοις θυσάντων, τοῦ δὲ Ἰὼβ νομικῶς ὁμοῦ καὶ εὐαγγελικῶς ἐν Ἰδουμαίᾳ πολιτευσαμένου. 42, 17δ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ ∆εναβά· μετὰ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ τοῦτον Ἀσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Αὐσίτιδος χώρας· μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαράδης ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. οὕτω καὶ ἐν Παραλειπομέναις εὑρήσεις, ὥστε, ὅταν λέγῃ περὶ ἑαυτοῦ ὅτι· ἤμην ἐν μέσῳ αὐτῶν ὡς βασιλεὺς ἐν μονοζώνοις, ἢ ὅτι καὶ πρὸ τῆς βασιλείας διὰ τὴν ἀρετὴν ὡς βασιλεὺς ἐτιμᾶτο, ἢ τὸ ὡς οὐχ ὁμοιωματικῶς εἴρηται,