124
λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν, προσδοκῶντες τὴν ψυχήν μου. ∆εδήλωκε δὲ διὰ τῶν εἰρημένων τοὺς λόγους αὐτῶν, καὶ τὰς ἐνέδρας, καὶ τὰς ἐπιβουλάς. ηʹ. "Ὑπὲρ τοῦ μηθενὸς ὤσεις αὐτούς." Ῥᾴδιόν σοι, φησὶ, καὶ λίαν εὐπετὲς ὦσαι αὐτοὺς, καὶ καταβαλεῖν, καὶ παραδοῦναι θανάτῳ· τὸ γὰρ ὑπὲρ τοῦ μηθενὸς, ἀντὶ τοῦ ἀπόνως, καὶ ῥᾳδίως τέ θεικε. "Ἐν ὀργῇ λαοὺς κατάξεις αὐτοὺς, ὁ Θεός." Οὐ γὰρ τούτους μόνους, ἀλλὰ καὶ πάντας τοὺς παρα νομίᾳ συζῇν προαιρουμένους, κολάσει παραδώσεις [ὀργῆς πεπληρωμένῃ]." θʹ. "Τὴν ζωήν μου ἐξήγγειλά σοι." Πάντα σοι τὰ ἐμὰ δῆλα καθέστηκε, τὰ πράγματα, τὰ ῥή ματα, τὰ ἐνθυμήματα. Οὕτω γὰρ καὶ ὁ Σύμ μαχος ἡρμήνευσε, Τὰ ἔνδον μου ἐξηρίθμηταί σοι. "Ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου." Ἐπένευσας, φησὶ, τοῖς ἐμοῖς δάκρυσι, καὶ τὰς ἐπαγγελίας πεπλήρωκας. Σὺ γὰρ ὑπέσχου νομοθετῶν τῶν ἀδικουμένων ἐπακούειν στενόντων. Οὕτω γὰρ ἐν τῷ νόμῳ φησί· "Στενάξει πρός με, καὶ ἐπακούσομαι αὐτοῦ. ἐλεήμων γάρ εἰμι." 80.1288 ιʹ. "Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω." Σοῦ δὲ τὴν ἐμὴν δέησιν δεξαμένου, φεύξονται οἱ πολέμιοι, καὶ τῆς θρασύτητος παύσονται. "Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ἰδοὺ ἔγνων, ὅτι Θεός μου εἶ σύ." ∆εχόμενος γὰρ τὰς αἰτήσεις, δι' αὐτῶν πείθομαι τῶν πραγμάτων, ὅσην μου κηδεμονίαν ποιῇ. ιαʹ. "Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος." [Καλὸς καὶ ἐνταῦθα ὁ προφητικὸς νοῦς. Πῶς ἴσην τὴν προσευχὴν τῇ ἀχράντῳ καὶ ὁμοουσίῳ Τριάδι προσφέρει;] Οὐδὲ φθέγξασθαι, φησὶν, ἄνευ τῆς σῆς ἐπικλήσεως ἀν έξομαι. Ἀλλὰ καὶ σμικρὸν ῥῆμα προσφέρων, καὶ μακροτέροις χρώμενος λόγοις, τῇ σῇ τούτους προσηγορίᾳ κοσμήσω, καὶ σοὶ πεποιθὼς κατα φρονήσω τῶν ἀνθρωπίνων ἐπιβουλῶν. ιβʹ. "Ἐν ἐμοὶ, ὁ Θεὸς, εὐχαὶ ἃς ἀποδώσω αἰνέ σεώς σοι." Τὰς ὑποσχέσεις σοι, φησὶν, εὐ γνωμόνως ἐκτίσω· εὐχὰς γὰρ, τὰς πρὸς τὸν Θεὸν ὑποσχέσεις καλεῖ. Οὕτω καὶ ἀλλαχοῦ· "Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου." Εἶτα διδά σκει ὑπὲρ τίνων, καὶ τίνες αἱ ὑποσχέσεις. ιγʹ. "Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων· καὶ τοὺς πό δας μου ἀπὸ ὀλισθήματος." [∆ιὰ πάντων με τούτων θωρακίσας καὶ ἀσφαλισάμενος· καὶ ἑδραίαν ἔχειν τὴν πεποίθησιν ἐπὶ τούτοις πεπιστευκὼς ἐν τούτοις πληρώσω καὶ τὴν παροῦσαν ᾠδήν.] "Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων." Τοσούτων γὰρ εὐεργεσιῶν ἀπολαύσας, καὶ τῶν διαφόρων ἐπιβουλῶν κρείττων φανεὶς, τῆς σῆς φροντιῶ θεραπείας, καὶ πολιτείαν αἱρήσομαι, ἣ σοὶ μὲν ἀρέσει, ἐμοὶ δὲ προξενήσει ζωὴν τὴν αἰώνιον, καὶ τὸ φῶς ἐκεῖνο τὸ τοῖς ἐννόμως ζῶσιν ἐπηγγελμένον. Ταῦτα δὲ, ὡς ἔφην, καὶ τῷ μακαρίῳ ἁρμόττει ∆αβὶδ, καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις. Ἁρμόττει δὲ καὶ ἡμῖν, πολλὰς μὲν ὑπομένουσι παρὰ ἀνθρώπων, καὶ παρὰ δαιμόνων, ἐπιβουλὰς, διὰ δὲ τῆς θείας κηδε μονίας, τὴν ἐκεῖθεν φυομένην διαφεύγουσι λώβην.
ΕΡΜΗΝ. ΤΟΥ Νʹ ΨΑΛΜΟΥ αʹ. "Εἰς τὸ τέλος. Μὴ διαφθείρῃς· τῷ ∆αβὶδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν
ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον." Καὶ τὸν πρότε ρον καὶ τὸν δεύτερον διαφυγὼν κίνδυνον [ὁ μέγας ∆αβὶδ], ὥσπερ ἐν στήλῃ τινὶ, τῇ μνήμῃ τὴν θείαν εὐεργεσίαν ἀνέγραψε. Καὶ εἰς τὸ τέλος δὲ καὶ οὗτος κἀκεῖνος παραπέμπει τοὺς ἐντυγχάνοντας· ἐπειδὴ πρόῤῥησιν ἔχουσιν ἐσομένων πραγμάτων. Ἐκεῖνος μὲν γὰρ τὰ κατὰ τὸν λαὸν προηγόρευσεν· οὗτος δὲ τῶν ἐθνῶν προθεσπίζει τὴν κλῆσιν. Πρόσ κειται δὲ τὸ, Μὴ διαφθείρῃς, τοῦ ∆αβὶδ τὸν λογι σμὸν ἡμῖν ἐκκαλύπτον. Ἐπειδὴ γὰρ δυνάμενος ἀνελεῖν τὸν Σαοὺλ, καὶ τῇ σφαγῇ καταλῦσαι τὸν πολέμιον, καὶ τὴν ἡγεμονίαν λαβεῖν, οὐκ ἠνέσχετο, μονονουχὶ πρὸς ἑαυτὸν εἰρηκὼς, Μὴ δια φθείρῃς τῆς ἀμνησικακίας τὴν ἀρετήν. "Μὴ γένοιτο γάρ μοι, φησὶν, ἐποῖσαι τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν." Εἰκότως τῇ ἐπιγραφῇ τὸ, Μὴ διαφθείρῃς,