124
καθυβρίζοντες διὰ θατέρου θάτερον ἀπαρνοῦνται, ἰουδαΐζοντες πλαγίως καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀνασκευάζοντες. Εἰ γὰρ μὴ εἰκονίζεται Χριστὸς καθ' ἡμᾶς, ἔστιν ἀπερίγραπτος ὡς ἔξω σώματος· πᾶν γὰρ τὸ ἐνσώματον περιγραφόμενον. καὶ ποῦ ὅτι ὁ λόγος σὰρξ ἐγένετο; ἢ πῶς διαγνωσθείη ὁ τῆς σαρκώσεως λόγος, εἰ ὡς πρὶν σωματώσεως οὕτω καὶ μετὰ σωμάτωσιν ἀπερίγραπτος, ἤτοι ἀνεικόνιστος χαρακτῆρι τῷ καθ' ἡμᾶς μεμένηκεν Χριστός; δεῖ γὰρ διαφορὰν εἶναι δυοῖν πραγμάτων ἑτεροφυῶν, οἷον ὕδατος καὶ πυρός, ὕλης καὶ ἀυλίας, συνθέσεως καὶ ἁπλότητος καὶ τῶν ἐξ ἐναντίας ἁπάντων ἀφεστηκότων ἀλλήλοις· οὕτω τοιγαροῦν καὶ ἀσωματότητος καὶ σωματώσεως, ἥτις ἐστὶ διαφορουμένη πρὸς τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καθ' ἣν Χριστὸς μεσίτης θεοῦ καὶ ἀνθρώπων, τοῖν δυοῖν τὰ ἰδιώματα ἐν μιᾷ ὑποστάσει ἀπαράφθαρτα φέρων. καὶ γέγονεν ὁ ἄυλος ἔνυλος, ὁ ἁπλοῦς σύνθετος, ὁ ἄσαρκος ἔνσαρκος, ὁ ἀνεμφερὴς καὶ ἀνεικόνιστος ὅμοιος ἡμῖν κατὰ πάντα. εἰ δὲ οὐκ εἰκονίζεται, οὔπω διαφορά, οὔπω σύνοδος τῶν ἐναντίων ἐκ θείας εὐδοκίας τε καὶ δυνάμεως· διὰ τοῦτο οὐδὲ σάρκωσις, ψεύδεται δὲ καὶ ὁ λέγων, θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ὅτι παραπλησίως ἡμῖν καὶ αὐτὸς μετέσχε σαρκὸς καὶ αἵματος. Οὕτω συνῆκται τοῖς δόγμασιν ἰουδαΐζειν τοὺς εἰκονομάχους καὶ προδρόμους πεφηνέναι τοῦ Ἀντιχρίστου. ὧν φύγοιμεν, ὦ πάτερ, τὴν ἀσέβειαν ἴσα ἰουδαϊσμοῦ, μὴ ἀτονοῦντες πρὸς τὰ πάθη μηδ' αὖ πρὸς τὸ μακροημερὲς τῆς αἱρέσεως, μιμούμενοι τοὺς ἁγίους, τοὺς διὰ μακροθυμίας καὶ πολλῶν παθημάτων κληρονομήσαντας τὰς θείας ἐπαγγελίας. συγγνωμονήσεις δέ μοι πάντως, ὦ ἱερὰ κεφαλή, ἐφ' οἷς διελέχθην, τὰ προστεταγμένα ποιοῦντι· ἀλλ' οὖν καὶ ὑπερεύξῃ ἐν ἀφέσει ἁμαρτιῶν καὶ ἀπτωσίᾳ λόγου καὶ ἔργου παρελθεῖν με τὸν τῇδε βίον. 158 {1Πέτρῳ Νικαίασ}1 Κελεύει με ἐπιστέλλειν ἡ ἁγιωσύνη σου καὶ ἔχειν τοῦτο ἐρασμίως· ὅτου χάριν πυνθάνομαι, ὁσιώτατε, καὶ δι' ἥν τινα αἰτίαν, ἢ πάντως ἐφέλκειν θέλων πρὸς ἀγάπην, ὅπερ σοι δῶρον θεὸς ὑπὲρ τοὺς πολλοὺς ἐχαρίσατο, δημιουργεῖν φιλίας καὶ διὰ τοῦτο στέργεσθαι ἀντιπεπονθότως; εἴκω τῷ πατρικῷ προστάγματι ὡς υἱὸς ἐλάχιστος. ἀλλὰ τίς ὁ παρ' ἐμοῦ λόγος τοῦ ἀσυφήλου, ὠνήσασθαι δυνάμενος τὸν πολλοὺς ὠφελοῦντα, μάλιστα τανῦν αὐτοῖς ἔργοις ὑπὲρ ἀληθείας πάσχοντα καὶ μηδὲν ὑπὲρ αὐτῆς προκρίνοντα; ἥλιος ἔλαμψας ἐν τῇ αἱρετικῇ νυκτομαχίᾳ, στῦλος ἤγερσαι ἐν τῇ ἐκκλησίᾳ, ὑπερείδων τοὺς σαθρουμένους. ἀντιβολῶ, ὦ Πέτρου τοῦ μεγάλου συνώνυμε Πέτρε, πέτραν σε σχοίη ἀσάλευτον εὐσεβείας ὁ παρὼν σεισμὸς τῆς ἀσεβείας, ὡς ἂν καὶ ἡμεῖς οἱ εὐκαταγώνιστοι ἐρηρείσμεθα ἐν σοί. διάνυε τοὺς διαύλους τῆς ὁμολογίας, οὐκ ἀνιδρωτὶ πάντως· ἐν τούτῳ γὰρ καὶ οἱ στέφανοι. εἰ ἐν ἑπτὰ περιόδοις τὸν δρόμον τελοῦντες οἱ ἐπὶ γῆς ἁρματηλατοῦντες καταστέφονται, τί θαυμαστόν, εἰ τοῖς τὴν ἄνω νύσσαν θέουσι μηκυνεῖ Χριστὸς ὁ ἀληθινὸς ἀθλοθέτης, ὥσπερ εἴωθεν ἔκπαλαι, τοὺς χρόνους; ἐμοὶ δοκεῖν τῷ ἀμαθεῖ, ἵνα καὶ τῶν τρεχόντων τὸ ἀνολίγωρον δοκιμάσῃ καὶ τῶν ἐλαυνόντων τὴν μανίαν ἐπίσχῃ, εἰ δ' οὖν κολάσῃ. Σοὶ μὲν τὰ παρ' ἐμοῦ τοσαῦτα, παρεγγυοῦντι, ὦ μακάριε· ἐμοὶ δὲ ἀρκέσειεν ἱερῶν εὐχῶν σου ἀποστολή, κἂν ἐπιστολῆς ἀποτύχοιμι. 159 {1Μακαρίῳ ἡγουμένῳ}1 Ἐμοὶ χαρὰ παντὶ μὲν ἄλλῳ ὁμιλεῖν διὰ γράμματος εὐσεβοῦντι, πόσῳ γε μᾶλλον πατρὶ τοιούτῳ καὶ τηλικούτῳ, οὗ ἡ ἀγάπη ἐν ἐμοὶ κραταιὰ καὶ ἡ εὐχὴ ἀσπαστὴ ὡς ὄμβρος ἐπ' ἄγρωστιν; καὶ γάρ, ὁσιώτατέ μου, χρῄζω σου τῶν ἱκεσιῶν μετέχειν ἀεὶ διὰ τὸ ἀκατάρτιστόν με εἶναι καὶ εὐκαταγώνιστον, ὡς ἂν διαδράσοιμι καὶ τὸν ἀόρατον διωγμὸν καὶ τὸν ὁρώμενον. οὗ ὁρᾷς οἷα τὰ τυρβάσματα, τὰ κολαστήρια, αἵματα μὲν τυχὸν οὐ κενοῦντα αἰσθητῶς φθόνῳ τοῦ μὴ δοκεῖν τοὺς πάσχοντας εἶναι μάρτυρας (εἰ καὶ ὅτι οὐκ ἀπὸ τῆς αὐτῶν γνώμης, ἀλλὰ τῇ τῆς ἀληθείας ψήφῳ κρίνει θεὸς τὰ πράγματα), ἐκ τοῦ κατὰ μικρὸν δὲ ὑπωπιασμοῦ καὶ ἐκθλιμμοῦ αἱματεκχυσίαν ἐργαζόμενα