124
ἐπηγγείλατο ἀναμένειν αὐτούς. ὁ δὲ Κομεντίολος δειλίᾳ κατασχεθεὶς εἰς Μαρκιανούπολιν ὑπέστρεψεν. οἱ δὲ μὴ εὑρόντες αὐτὸν ἐπεσύναξαν τὰ ἴδια στρατεύματα καὶ ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπεδεύονται. ἰδὼν δὲ ὁ Μαρτῖνος τὸν Χαγάνον διαπερῶντα τὸν ποταμὸν πρὸς τὸν στρατηγὸν ἐπανῆλθεν. ὁ δὲ Κάστος 258 τὸν ποταμὸν διαπεράσας καὶ πλησιάσας τοὺς προτρέχοντας τῶν Ἀβάρων τῆς μάχης κρατεῖ. σκαιοῦ δέ τινος δαίμονος ὑποθήκαις οὐκ ἀνέστρεψεν ἐπὶ τὸν στρατηγόν. τῇ δὲ ἐπιούσῃ κρατήσας τὰς διαβάσεις ὁ Χαγάνος ἀπέκλεισεν αὐτόν. περισχίζεται τοίνυν ὁ λαός, καὶ ἕκαστος ὡς εἶχε δυνάμεως διὰ τοῦ ἄλσους ἔφυγον. θηρεύονται τοίνυν τινὲς παρὰ τῶν βαρβάρων καὶ καταμηνύουσιν, ποῦ ἐκέκρυπτο Κάστος, καὶ τοῦτον ζωγρήσαντες περιεσκίρτων καὶ ἠγάλλοντο. ὁ δὲ Χαγάνος διὰ τῆς μεσημβρίας ὁδεύσας κατὰ τῆς Θρᾴκης χωρεῖ καὶ τὰ Μακρὰ τείχη κατέλαβεν. ὁ δὲ Κομεντίολος ἐν ταῖς ὕλαις τοῦ Αἵμου κρυπτόμενος ἐξῆλθε σὺν τῷ Μαρτίνῳ. καὶ καταλαβὼν τὸν Χαγάνον ἀνετοιμότατον διὰ τὸ τὴν πληθὺν τῶν βαρβάρων περικεχῦσθαι τῇ Θρᾴκῃ, πρώτῃ φυλακῇ κατ' αὐτοῦ χωρεῖ. καὶ ἦν αὐτῷ μέγα τῶν ἐπιχείρων τὸ κατόρθωμα, εἰ μὴ τύχῃ τινὶ παρεσφάλη τοῦ ἐγχειρήματος. ἑνὸς γὰρ ζώου τὸν φόρτον διαστρέψαντος, ἕτερος τὸν δεσπότην τοῦ ζώου προσφωνεῖ τὸν φόρτον ἀνορθῶσαι τῇ πατρῴᾳ φωνῇ· "τόρνα, τόρνα, φράτερ." καὶ ὁ μὲν κύριος τῆς ἡμιόνου τὴν φωνὴν οὐκ ᾐσθάνετο, οἱ δὲ λαοὶ ἀκούσαντες καὶ τοὺς πολεμίους ἐπιστῆναι αὐτοῖς ὑπονοήσαντες εἰς φυγὴν ἐτράπησαν, "τόρνα, τόρνα" μεγίσταις φωναῖς ἀνακράζοντες. ὁ δὲ Χαγάνος μεγάλην δειλίαν περιβαλόμενος ἀκρατῶς ἔφυγεν. καὶ ἦν ἰδεῖν Ἀβάρους τε καὶ Ῥωμαίους ἀλλήλους διαδιδράσκοντας, μηδενὸς διώκοντος. ὁ δὲ Χαγάνος ἀναλαβὼν τὰς δυνάμεις τὴν Ἀπειρίαν πόλιν παρεκάθισεν. εὑρὼν δὲ Βουσᾶν, τὸν τῆς πόλεως μαγγανάριν, ἀνελεῖν αὐτὸν ἐπειρᾶτο. ὁ δὲ Βουσᾶς παρεκάλει χρήματα ἱκανὰ αὐτῷ παρέχειν, εἴπερ τὸ ζῇν αὐτῷ φιλοτιμήσοιτο· οἱ δὲ τοῦτον δεσμήσαντες τῇ πόλει παρέστησαν. αὐτὸς δὲ ἐζήτει τοὺς τὴν πόλιν οἰκοῦντας ὠνήσασθαι αὐτόν, διηγούμενος ὅσα ὑπὲρ τῆς πόλεως ἠγωνίσατο. πολίτης δέ τις τὰ πλήθη ἀνέπειθε μὴ τοῦτο ποιεῖν, λόγος δὲ τοῦτον τῇ Βουσᾶ γυναικὶ παρευνάζεσθαι. 259 ἐπεὶ τοίνυν κατεφρονήθη ὁ Βουσᾶς, ὑπισχνεῖτο τῷ Χαγάνῳ παραδιδόναι τὴν πόλιν, καὶ πολιορκητικὸν ὄργανον συμπηξάμενος, ὃν κριὸν ὀνομάζουσιν, τὴν πόλιν παρέλαβεν. μαθόντες δὲ οἱ βάρβαροι τὸ τεχνούργημα πλείστας καὶ ἄλλας πόλεις ἐδουλώσαντο καὶ μετὰ πολλῆς αἰχμαλωσίας ὑπέστρεψαν. ἀκούσαντες δὲ οἱ Βυζάντιοι, ὅτι Κάστος ὑπὸ τῶν βαρβάρων αἰχμάλωτος γέγονεν, μεγάλαις λοιδορίαις κατὰ Μαυρικίου ἐχρῶντο καὶ εἰς φανερὸν τοῦτον ἐβλασφήμουν. κατὰ τοῦτον δὲ τὸν χρόνον Ἡράκλειος, ὁ τοῦ Ἡρακλείου πατήρ, Περσικῷ φρουρίῳ προσβάλλει, καὶ τοῦτο εἷλεν· ὁμοίως καὶ Θεόδωρος τὸ Μα ζαρῶν φρούριον. ἀμφότεροι δὲ εἰς τὸ Βεϊουδὲς παραγίνονται. καὶ τοῦ φρουρίου ὀχυροῦ ὄντος, στρατιώτης τις, Σαπφήρης ὀνόματι, σκόλοπας τεχνουργήσας καὶ κατὰ τὰς ἁρμογὰς τῶν λίθων τούτους πηγνύων τὴν ἄνοδον ἐποιήσατο. ὡς δὲ ἐπέβη ἐκεῖνος τῇ στεφάνῃ τοῦ τείχους, Πέρσης ἀνὴρ τοῦτον ἐξώθησεν. πίπτει οὖν ὁ Σαπφήρης κάτω, καὶ ὑποδέχονται αὐτὸν οἱ Ῥωμαῖοι ταῖς ἀσπίσιν· καὶ αὖθις τοῦ ἔργου κατατολμᾷ, καὶ πάλιν ἐξωθεῖται τοῦ ὀχυρώματος· πάλιν δὲ οἱ Ῥωμαῖοι ταῖς ἀσπίσιν αὐτὸν ὑποδέχονται, καὶ πάλιν πρὸς τὴν ἐπιβουλὴν ἐνεχείρησεν. ἐπὶ δὲ τῇ κεφαλῇ τοῦ τείχους γενόμενος τὸν Πέρσην ἀπέτεμεν· εἶτα τὴν κεφαλὴν ὑπατεύσας Ῥωμαίους θάρσους ἐνέπλησεν. καὶ πολλῶν μιμησαμένων τὸν ἀριστέα καὶ διὰ τῶν πασσάλων ἐπιβάντων τοῦ τείχους, παραδίδοται Ῥωμαίοις τὸ φρούριον καὶ τοὺς μὲν τῶν Περσῶν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες σὺν τῇ ἀποσκευῇ τὸ φρούριον ... παρέδωκαν. ὁ δὲ Φιλιππικὸς αὖθις εἰς Βυζάντιον τὴν ὁδὸν ἐποιήσατο Ἡράκλειον καταλιπὼν ἡγεμόνα Ῥωμαίων. ἐλθὼν δὲ εἰς Ταρσὸν καὶ μαθών, ὅτι ὁ βασιλεὺς