1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

125

ὅμοιός σοι, κύριε, ἐν θεοῖς;» καὶ πάλιν· «Θεὸς θεῶν κύριος». καὶ πάλιν· «Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει». ὅθεν θαυμάζω πῶς τοσούτων φωνῶν ἐγγράφως μαρτυρουσῶν πολλοὺς εἶναι θεούς, σὺ διαβεβαιοῦσαι μὴ δεῖν μήτε λέγειν μήτε εἶναι νομίζειν. λοιπὸν πρὸς τὰ σαφῶς ·ηθέντα εἴ τι ἔχεις εἰπεῖν, ἐπὶ πάντων λέγε. Καὶ ὁ Πέτρος ἔφη· Συντομώτερον ἄκουε πρὸς ἃ εἴρηκας. αὐτὸς ὁ νόμος ὁ πολλάκις εἰπὼν θεοὺς αὐτὸς τῷ Ἰουδαίῳ ὄχλῳ λέγει· «Ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς», συνπεριλα- βὼν ὅτι, εἰ καί εἰσιν θεοί, ὑπ' αὐτόν εἰσιν, τουτέστιν ὑπὸ τὸν Ἰουδαίων θεόν. καὶ πάλιν· «Ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ». καὶ ἄλλῃ που λέγει ἡ γραφὴ τῷ Ἰουδαίων ὄχλῳ· «Κύριος ὁ θεός σου, οὗτος θεὸς τῶν θεῶν», ὥσπερ ὅτι, εἰ καί εἰσιν θεοί, ὑπὸ τὸν Ἰουδαίων θεόν εἰσιν. καὶ ἄλλῃ που περὶ αὐτοῦ λέγει ἡ γραφή· «Ὁ θεὸς ὁ μέγας καὶ ἀληθινός, ὃς οὐ λαμβάνει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν ὀρφανῷ καὶ χήρᾳ». «μέγαν» δὲ καὶ «ἀληθινόν» καὶ «κρίσιν ποιοῦντα» τὸν Ἰουδαίων ἡ γραφὴ εἰποῦσα θεὸν τοὺς ἄλλους μικροὺς καὶ οὐκ ἀληθινοὺς ἐσήμανεν. ἀλλὰ καὶ ἄλλῃ που λέγει ἡ γραφή· «Ζῶ ἐγώ, λέγει κύριος, οὐκ ἔστιν θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ πρῶτος, ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν». καὶ πάλιν· «Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις». καὶ πάλιν· «Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ὑμῶν κύριος εἷς ἐστιν». καὶ ὁμῶς πολλαὶ φωναὶ μεθ' ὅρκου ἐπισφραγίζουσιν ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν θεός. ὅθεν θαυμάζω πῶς το- σούτων μαρτυρουσῶν φωνῶν ἕνα εἶναι θεόν, σὺ πολλοὺς εἶναι λέγεις. Καὶ ὁ Σίμων· Ὁ λόγος τὴν ἀρχὴν ἦν μοι πρὸς σὲ ἀπὸ γραφῶν ἐλέγξαι σε ὅτι ψεύδῃ λέγων μὴ πολλοὺς δεῖν φθέγγεσθαι θεούς. ὅθεν πολλὰς ἐγγράφους ἔδειξα φωνὰς ὅτι αὐταὶ αἱ θεῖαι γραφαὶ πολλοὺς φθέγγονται θεούς. καὶ ὁ Πέτρος· Aὐταὶ αἱ πολλοὺς φθεγγόμεναι θεοὺς γραφαί, αὐταὶ παρῄνεσαν ἡμῖν εἰποῦσαι· «Ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου». οὕτως οὐ παρὰ τὸ γεγραμμένον ἔφην, ὦ Σίμων. καὶ ὁ Σίμων· Ἄκουσον πρὸς αὐτὸ καὶ σύ, ὦ Πέτρε. ἁμαρτάνειν μοι δοκεῖς ὅτι αὐτῶν καταλέγεις, τῆς γραφῆς λεγούσης· «Oὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς». καὶ ὁ Πέτρος· Oὐχ ἁμαρτά- νω, Σίμων, ἀκολούθως ταῖς γραφαῖς τὴν ἀπώλειαν αὐτῶν προσημαί- νων· οὕτω γὰρ γέγραπται· «Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν», καὶ τοῦτο εἰπὼν οὐχ ὡς ἐνίων πεποιηκότων καὶ μὴ ἀπολ- λυμένων, ὡς ἡρμήνευσας. δηλοῦται γὰρ εἷς ὁ πεποιηκὼς τῷ ἀπ' ἀρχῆς γε- γράφθαι· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». καὶ οὐκ εἶπεν· «Oἱ θεοί». καὶ ἄλλῃ που λέγει· «Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα». καὶ ἐν ἑτέρῳ τόπῳ γέγραπται· «Oἱ οὐρανοὶ αὐτοὶ ἀπολοῦν- ται, σὺ δὲ διαμενεῖς εἰς τὸν αἰῶνα». καὶ ὁ Σίμων ἔφη· Πρὸς τὸ ἐμὲ δεῖξαι πολλοὺς εἶναι θεοὺς ἀπὸ τῶν γραφῶν φωνὰς σαφεῖς παρέστησα, σὺ δὲ τοσαύτας ἢ καὶ πλείονας φωνὰς ἀπὸ τῶν αὐτῶν γραφῶν ἐνήνοχας, δεικνύων ὅτι εἷς ἐστιν θεὸς καὶ οὗτος Ἰουδαίων. καὶ πρὸς τὸ εἰπεῖν με·