1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

125

ἐλπίδος ἀπελεύσῃ. Ἢ τὸ μὲν Πνεῦμα ἔχεις πάντως ἀχώ ριστον ἅτε μὴ ἐν τόπῳ ὄν, δεῖ δέ σοι προσευχῆς καὶ εὐχα ριστίας καὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως, ὡς οὐδὲν ἐν τούτῳ παρανομοῦσα. Oὔτε γὰρ νόμιμος μίξις οὔτε λέχος οὔτε αἵματος φορά, οὐκ ὀνείρωξις μιᾶναι δύναται ἀνθρώπου φύσιν ἢ τὸ ἅγιον Πνεῦμα χωρίσαι, ἢ μόνη ἀσέβεια καὶ παράνομος πρᾶξις. Τὸ γὰρ ἅγιον Πνεῦμα τοῖς κεκτημέ νοις αὐτὸ ἀεὶ παράμονόν ἐστιν, ἕως ἂν ὦσιν ἄξιοι, καὶ ὧν ἂν χωρισθῇ, τούτους ἐρήμους καθίστησιν καὶ τῷ πονηρῷ πνεύματι ἐκδότους. Πᾶς δὲ ἄνθρωπος ὁ μὲν τῷ Πνεύματι πεπλήρωται τῷ ἁγίῳ, ὁ δὲ τῷ ἀκαθάρτῳ, καὶ οὐχ οἷόν τε φυγεῖν αὐτῶν ἑκάτερον, εἰ μὴ ἐναντίον τι πάθωσιν· ὅ τε γὰρ παράκλητος μισεῖ πᾶν ψεῦδος, ὅ τε διάβολος πᾶσαν ἀλήθειαν. Πᾶς δὲ βεβαπτισμένος κατὰ ἀλήθειαν τοῦ μὲν διαβολικοῦ πνεύ ματος κεχώρισται, τοῦ δὲ ἁγίου Πνεύματος ἐντὸς καθέστη κεν· καὶ ἀγαθοεργοῦντι μὲν παραμένει τὸ Πνεῦμα τὸ ἅγιον, πληροῦν αὐτὸν σοφίας καὶ συνέσεως, καὶ τὸ πονηρὸν πνεῦμα οὐκ ἐᾷ αὐτῷ πλησιάσαι, ἐπιτηροῦν αὐτοῦ τὰς ἐφόδους. Σὺ οὖν, ὦ γύναι, καθὼς λέγεις, εἰ ἐν ταῖς ἡμέραις τῆς ἀφέδρου κενὴ τυγχάνεις τοῦ ἁγίου Πνεύματος, τοῦ ἀκαθάρτου πεπλήρωσαι. Μὴ προσευχομένη γὰρ μηδὲ ἀναγινώσκουσα ἄκοντα αὐτὸν προσκαλέσῃ· φιλεῖ γὰρ οὗτος τοὺς ἀχαρίστους, εἰ καί τις ἄλλος, τοὺς ·ᾳθύμους, τοὺς ἀμελεῖς, τοὺς ὑπνώδεις, ἐπειδὴ καὶ αὐτὸς ἀχαριστίᾳ κακό νοιαν νοσήσας ἐγυμνώθη παρὰ Θεοῦ τῆς ἀξίας, ἀντὶ ἀρχαγγέ λου διάβολος αἱρησάμενος εἶναι. ∆ιὸ καὶ τῶν ματαίων ἀπόσχου λόγων, ὦ γύναι, καὶ ἔσο μεμνημένη πάντοτε Θεοῦ τοῦ σε δημιουργήσαντος καὶ προσεύχου τούτῳ, ἐστὶν γὰρ σοῦ καὶ τῶν ὅλων Κύριος· καὶ μελέτα τοὺς αὐτοῦ νόμους, μηθὲν παρατηρουμένη, μὴ κάθαρσιν φυσικήν, μὴ μίξιν νόμιμον, μὴ τοκετὸν ἢ ἀποβολήν, μὴ μῶμον σώματος, ἐπείπερ τὰ τοιαῦτα παρατηρήματα μωρῶν ἀνθρώπων ἐφευρέματα μάτια καὶ νοῦν οὐκ ἔχοντα. Oὔτε δὲ κῆδος ἀνθρώπου οὔτε ὀστέον νεκροῦ οὔτε μνῆμα οὔτε τοιόνδε βρῶμα οὔτε ὀνειρωγμὸς μιᾶναι δύναται ἀνθρώπου ψυχήν, ἀλλὰ μόνη ἀσέβεια ἡ εἰς Θεὸν καὶ παρα νομία καὶ ἡ εἰς τὸν πλησίον ἀδικία, λέγω δὴ ἁρπαγὴ ἢ βία ἢ εἴ τι ἐναντίον τῆς αὐτοῦ δικαιοσύνης, μοιχεία ἢ πορνεία. Ὅθεν τὰ τοιαῦτα περιϊστάμενοι παρατηρήματα φεύγετε, ἀγαπητοί· ἑλληνικὰ γὰρ τυγχάνει. Oὔτε γὰρ τὸν τεθνεῶτα βδελυσσόμεθα, ὡς ἐκεῖνοι, ἐλπίζοντες αὐτὸν πάλιν ἀναβιῶναι, οὔτε τὴν νόμιμον μίξιν κακίζομεν· ἔθος γὰρ