125
σωμάτων κινήσει, ἡ δὲ προαί6.6.37 ρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον. εἰσὶ δὲ οἳ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες «μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν 6.6.38 παρὰ φύσιν, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.» οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδωσιν ὁ λογισμός, κρατεῖ δὲ ἐν πλείστοις, ὡς καὶ κρατεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἄγεται, ὡς καὶ πρὸ ὥρας ἔσθ' ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος, 6.6.39 ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη. εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος· ἐπεὶ δὲ τὴν πολιτείαν καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς ποιεῖσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα, ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον 6.6.40 διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν. πολλαὶ γοῦν ἤδη καὶ τοιῶνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος, κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ' ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκεν, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης, κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν 6.6.41 οἰκείαν ἐπιτελουμένων. πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβάς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ' ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται, ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτη πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ 6.6.42 περὶ τὴν ψυχὴν χρωμένου. ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν ὑποπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξουσίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται. οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ τοὐναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. «φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί,» 6.6.43 ὥσπερ οὖν καὶ σῴζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι. καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται· ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη φιλοσοφεῖν παρεσκεύασται. ὅτε γε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὖν καὶ βελτιοῦται τῆς ἔξωθεν 6.6.44 τυγχάνουσα ἐπιμελείας. τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι εὖ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντί, πλείστην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ' ἡμῖν παντοίας κινήσεως πε6.6.45 ριουσίαν ἀπειργάσαντο; πᾶσι δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ' ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια, ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ' ἡμῖν καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα. 6.6.46 Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρόπον, εἴς τε τὰ ἐφ' ἡμῖν καὶ τὰ κατὰ φύσιν γινόμενα τά τε κατὰ