1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

125

Οὐαφρεὶ κατὰ θείαν πρόσταξιν, ᾗ φησί· καὶ εἰσελεύσεται 274 καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν. Καὶ μεθ' ἕτερα· καὶ ἐκλείψουσι πᾶς Ἰούδας κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ. ταῦτα δὲ μετὰ ιʹ ἔτη που ἢ θʹ τῆς ἐπὶ Σεδεκίου γέγονεν αἰχμαλωσίας, ἀφ' οὗ ἐπὶ Κύρου ἔτη μʹ γίνεται οὕτως· Ναβουχοδονόσωρ λοιπὰ ιεʹ. Μαροδὰχ εʹ. Βαλτάσαρ γʹ. ∆αρείου Ἀστυάγους ιζʹ. ὁμοῦ μʹ. Κύρου λαʹ. Ἐν Βαβυλῶνι προεφήτευον ∆ανιήλ, Ἰεζεκιήλ. οἱ τρεῖς παῖδες ἐγνωρί ζοντο. Ἐν Αἰγύπτῳ Ἱερεμίας ἐλιθάσθη. Ἐν τῇ Ἰουδαίᾳ Ἀμβακοὺμ προεφήτευεν. Ἐν Βαβυλῶνι ψευδοπροφῆται Ἀχίας, Σεδεκίας, Σαμαίας. Τὸν προφήτην ∆ανιὴλ ὁ ἅγιος Ἱππόλυτος ἐκ τῆς αἰχμαλωσίας Ἰούδα καὶ τοὺς τρεῖς παῖδας λέγει τῆς ἐπὶ Ἰωακείμ. ἄλλοι δὲ ἐκ τῆς ἐν Σαμα ρείᾳ. ∆ανιὴλ τῷ Ναβουχοδονόσωρ τῷ κʹ ἔτει αὐτοῦ, κόσμου δὲ δδʹ, διεσάφησε τὰ ἐνύπνια, καὶ ὡς θεὸς ὑπ' αὐτοῦ προσκυνηθεὶς καὶ θυμιαθείς, ἄρχων πρώτιστος Βαβυλῶνος κατεστάθη. τὸ γὰρ κʹ ἔτος τῆς ὅλης αὐτοῦ βασιλείας βʹ λέγει ὁ ∆ανιὴλ ἀπὸ τῆς τελείας ἐρημώσεως τοῦ ναοῦ, τὸ λςʹ ὀκτωκαιδέκατον, ὅτε καὶ τὰ κατὰ τὴν κάμινον καὶ τοὺς τρεῖς παῖδας ἐπράχθη. Χαλδαίων ιηʹ ἐβασίλευσεν Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δλαʹ. Τινὲς τοῦτον ιβʹ ἔτη λέγουσι βασιλεῦσαι, ἴσως τὰ ζʹ ἔτη τῆς ἀποκτηνώ σεως τοῦ Ναβουχοδονόσωρ συναριθμοῦντες τοῖς εʹ αὐτοῦ. οὗτος τὸν Ἰωακεὶμ ἐξαγαγὼν τῆς φρουρᾶς σύσσιτον καὶ σύνθρονον κατέστησε. 275 Χαλδαίων ιθʹ ἐβασίλευσε Νιριγλήσαρος ὁ καὶ Βαλτάσαρ ἐν τῷ ∆ανιὴλ λεγόμενος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δλςʹ. Τοῦτον τὸν Νιριγλήσαρον τὸν καὶ Βαλτάσαρ ἐν τῷ προφήτῃ ∆ανιὴλ λεγόμενον οἱ μὲν υἱόν φασι τοῦ Ναβουχοδονόσωρ καὶ ἀδελφὸν τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος Εὐειλὰδ Μαροδὰχ καὶ ὑπ' αὐτοῦ ἀναιρεθέντος, οἱ δὲ γαμβρὸν ἐπ' ἀδελφῇ. ἴσως δὲ καὶ ἄμφω ἀληθῆ. Ἐπὶ τούτου ∆ανιὴλ καὶ Ἰεζεκιὴλ οἱ μεγάλοι προεφήτευον. Οὗτος ἁμαρτήσας περὶ τὰ ἱερὰ οἴκου κυρίου ἀναιρεῖται ὑπὸ Ἀστυάγους κατὰ τὴν πρόρρησιν τοῦ ∆ανιήλ. ἐπὶ τούτου ἡ ἐν τῷ τοίχῳ ὤφθη γραφή, ἣν ὁ προφήτης ∆ανιὴλ ἡρμήνευσε δηλοῦσαν τῆς Χαλδαίων ἀρχῆς εἰς Μήδους καὶ Πέρσας μετάθεσιν. Οὗτος τὸν υἱὸν Ἰωακεὶμ Ἰεχονίαν ἐκβαλὼν τῆς φρουρᾶς τῷ λζʹ ἔτει τῆς εἰς Βαβυλῶνα αὐτοῦ καθείρξεως ἐτίμησε καὶ συνεστιάτορα ἔσχε. Βαλτάσαρ ὁ καὶ Νιριγλήσαρος πίνων ἐν τοῖς ἱεροῖς σκεύεσιν οἴκου κυρίου σὺν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ παλλακαῖς ἐν δείπνῳ εἶδεν ὡς ἀνθρώπου δακτύλους ἐκλάμποντας ἐν τῷ τοίχῳ, ὧν τὴν γραφὴν μόνος ∆ανιὴλ ἡρμήνευσεν οὕτως ἔχουσαν· μανή, ὅ ἐστιν ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν, θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα, φαρές, διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη καὶ Βαλτάσαρ.

ΜΗ∆ΩΝ ΒΑΣΙΛΕΙΣ Μήδων ηʹ ἐβασίλευσεν Ἀστυάγης ∆αρεῖος ἔτη ληʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος δκαʹ. 276 Ἀπὸ Ναβονασάρου ἐπὶ τὸ αʹ ἔτος ∆αρείου τοῦ καὶ Ἀστυάγους ἔτη εἰσὶ κατὰ μὲν τὸν μαθηματικὸν κανόνα ροςʹ, κατὰ δὲ τὸν παρόντα ἐκκλησιαστι κὸν ροζʹ, καὶ οὐδὲν διενήνοχε. χρὴ γὰρ εἰδέναι ὅτι ὁ Χαλδαϊκὸς καὶ ἀστρονομικὸς κανὼν τὸν μὲν Ἀστυάγην ἔτη λδʹ λογίζεται Χαλδαίων βασιλεῦσαι, ὁ δὲ ἐκκλησιαστικὸς ιζʹ τὸ πλεῖστον, ἐπεὶ καὶ ιαʹ μόνα τινές φασι. τῷ δὲ Κύρῳ ὁ αὐτὸς ἀστρονομικὸς κανὼν θʹ μόνα λογίζεται, ὁ δὲ ἐκκλησιαστικὸς λαʹ. ἡμεῖς οὖν ἐπὶ τὴν ἀρχὴν Ἀστυάγους παρ' ἐνιαυτὸν ἕνα συμφωνοῦντας ἠγάγομεν τοὺς δύο τούτους κανόνας. Ναβόννηδος ὁ τελευταῖος βασιλεὺς Μήδων, Ἀστυάγης παρ' αὐτοῖς λεγόμενος, ὁ αὐτὸς δὲ καὶ ∆αρεῖος Ἀσουήρου καʹ ἔτει τῆς βασιλείας αὐτοῦ καταστρεψάμενος σὺν ἄλλοις ἄρχουσι τῶν Χαλδαίων Νιριγλήσαρον, τὸν καὶ Βαλτάσαρ, γαμβρὸν τοῦ Εὐειλὰδ Μαροδὰχ υἱοῦ Ναβουχοδονόσωρ, ὃς ἀνεῖλεν αὐτὸν