125
καὶ τοῖς Ῥωμαίοις ἐπεφέροντο ὀξέως· οἱ δὲ μὴ ἐνεγκόντες τῶν βαρβάρων τὴν ὁρμὴν, ἐτράποντό τε καὶ κατέστησαν εἰς φυγήν. καὶ εἴκοσι μὲν ἀπέθανον ἐκ τῶν ἱππέων, πέντε δὲ καὶ ἕτεροι τοσοῦτοι πεζοί· οἱ δ' ἄλλοι διεσώθησαν, ἐκ τῆς στρατιᾶς πολλῶν ὀξέως ἐπιβοηθησάντων. βασιλεὺς δ' ἐπεὶ ἐστρατοπεδεύσατο πάλιν κατὰ τὸν Πελεκάνον, εἰς Βυζάντιον εὐθὺς τοὺς μηνύσοντας ἔπεμπε πρωτοστράτορι τὰ γεγενημένα, ἐκέλευέ τε ναῦς ἔχειν παρεσκευασμένας πρὸς τὸν πόρον, ὡς τῆς στρατιᾶς μετὰ μίαν ἡμέραν ἢ δευτέραν περαιωθησομένης. δείσας δὲ μὴ, ὅπερ 1.355 ἐγένετο, περὶ τοῦ τραύματος αὐτοῦ ἑτέρως ἢ ὡς ἔχει φημισθῇ, ἐδήλου καὶ περὶ αὐτοῦ, ὡς τρωθείη μὲν τὸν μηρὸν, οὐδεμίαν δὲ τὸ τραῦμα ἔχειν ὑποψίαν, οὐδὲ διὰ τοῦτο τὴν ἐπάνοδον ποιεῖσθαι, ἀλλ' οὕτω δόξαν λυσιτελεῖν καὶ πρὶν τρωθῆναι. ὁ μέγας δὲ δομέστικος, ἐπεὶ τὰ περὶ τὴν στρατοπεδείαν κατεστήσατο καλῶς, ὅσους ἔδοξεν αὐτῷ τῆς στρατιᾶς παραλαβὼν, κατὰ τὴν εἰσβολὴν τοῦ στρατοπέδου, ἐπεὶ ἐπεφύκει καλῶς καθάπερ ἰσθμὸς οὖσα στενὴ, τοῦ ἔνδοθεν ἐπιπολὺ πλατυνομένου, ηὐλίσατο τὴν νύκτα φυλακῆς ἕνεκεν τῆς στρατιᾶς. ηʹ. Ὀρχάνης δὲ, ἐπεὶ ἐπελάβετο ἡ νὺξ, τοὺς ὑπ' αὐτὸν σατράπας πάντας συναγαγὼν, «τὴν μὲν ἐμπειρίαν» εἶπε «καὶ τὴν τόλμαν τῶν Ῥωμαίων τὴν κατὰ τὰς μάχας οὐδένα σήμερον ὑμῶν οἴομαι ἠγνοηκέναι. δοκῶ δέ μοι καὶ αὐτοὺς ἂν ἐμοὶ συνομολογῆσαι, ὡς οὔτ' ἐφ' ἡμῶν, οὔτ' ἐπὶ τῶν ἡμετέρων προγόνων ἕτεροί τινες Ῥωμαίων οὕτως εὐκλεῶς ἄγαν ἠγωνίσαντο καὶ μετὰ πάσης ἐμπειρίας. διὰ πάσης γὰρ ἡμέρας ἡμῶν ἢ ἀπάτῃ ἢ ἐκπλήξει ἢ ὁρμῇ καὶ θρασύτητι παραβόλῳ ἢ ἑνί γέ τῳ τρόπῳ εἰς ἀταξίαν αὐτοὺς πειρωμένων ἐμβαλεῖν, οἱ δ' οὐδὲν μᾶλλον ἐκινήθησαν τοῦ προσήκοντος φρονήματος αὐτοῖς, ἀλλ' ἐμπειρίᾳ μὲν ἐφύλαξαν τὴν τάξιν, ἀνδρίᾳ δὲ καὶ εὐψυχίᾳ κρείττους ἀεὶ φαινόμενοι ἡμῶν, ἀπέκτειναν μὲν πολλοὺς ἡμῶν, ἐκείνων δὲ ἀπέθανον οὐδὲ ὀλίγοι. καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ μετὰ τὴν ἀνάζευξιν τῆς στρατιᾶς ὀλίγων τινῶν ὀπίσω ὑπολιπομένων, πολλαπλασίους ἐκ τῶν ἡμετέρων 1.356 ἐπιθέμενοι αὐτοῖς, οὐ μόνον οὐ περιεγένοντο αὐτῶν, ἀλλὰ καὶ τῶν οἰκείων ἀπέβαλον τοὺς ἀνδρίᾳ μάλιστα προέχοντας καὶ τόλμῃ. καὶ μετ' αὐτοὺς πάλιν ἑτέρων καίτοι γε ἀνοήτως προσβαλόντων καὶ φαύλως ἀγωνισαμένων τὸ δοκεῖν, ὡς ἐμὲ οἰηθῆναι πάντας αὐτοὺς διαφθερεῖν ἡμᾶς, ὅμως πλὴν ὀλίγων τῶν πεσόντων, οἱ ἄλλοι πάντες παρὰ δόξαν διεσώθησαν· ὧν μοι καὶ δοκεῖ τὸν στρατηγὸν ὁ βασιλεὺς τῆς ἀταξίας ἕνεκα εἰς τὴν σωτηρίαν ζημιώσειν. ἐκ τοίνυν τούτων πάντων εἰκὸς τὸν βασιλέα οἴεσθαι εἰς τὴν ὑστεραίαν μᾶλλον ἢ πρότερον θαῤῥοῦντα ἡμῖν ἐπιστρατεύσειν, ἡμᾶς δὲ μὴ δυναμένους πρὸς τὴν μάχην ἀντισχεῖν, φεύγειν ἀνάγκῃ ἡττηθέντας αἰσχρῶς καὶ ἀγεννῶς. εἰ δὲ παρὸν ἀκινδύνως σώζεσθαι καὶ προσέτι καὶ τὴν ἐκ τῆς ἥττης ἀδοξίαν διαφυγεῖν, οὐδεὶς γὰρ ἂν ἡμῖν μέμψαιτο τῶν νοῦν ἐχόντων τὸν προῦπτον παραιτησαμένοις κίνδυνον, ἔπειθ' ὑπὸ φιλονεικίας εἰς τοὺς ἐσχάτους ἑαυτοὺς καταστήσομεν κινδύνους, οὐκ ἄρα δόξομεν ἀνοηταίνειν καὶ ἐπιβουλεύειν ἑαυτοῖς; διὸ δή μοι καὶ δοκεῖ, τουτὶ μὲν τὸ στρατόπεδον καταλιπεῖν, ἑτέρας δὲ πολλὰς ἀναχωρήσεις ὀχυρωτάτας καὶ δυσπροσόδους ἔχοντος τοῦ τόπου, εἴς τινα αὐτῶν ἐλθεῖν κἀκεῖ τὸ ἀποβησόμενον περιμένειν. βέλτιον γὰρ μετὰ ἀδείας ἀναχωρεῖν, ἢ φεύγειν, τῶν Ῥωμαίων διωκόντων.» Τοιαῦτα μὲν Ὀρχάνης μετὰ τῶν ἐν τέλει ἐβουλεύετο Περσῶν, καὶ ἐδόκει ἄριστα εἶναι καὶ λυσιτελοῦντα ἑαυτοῖς καὶ ἐπεψηφίζοντο πάντες. Κολαούζης δὲ Σαλιγγαρὶ καὶ Καταιγίαλος 1.357 Πατατούρης, ἔξωροι μὲν ἤδη τὰς ἡλικίας ὄντες καὶ Ἀτουμάνῳ τῷ Ὀρχάνη πατρὶ ἡλικιῶται, πολλῶν δὲ ἔμπειροι πολέμων καὶ κινδύνων, οὐκ ἔφασαν αὐτοῖς ἀρέσκειν τὰ βεβουλευμένα, οὐδὲ, ἐξὸν ἀκινδύνως ἀποπειρᾶσθαι Ῥωμαίων, ἔτι ὑπὸ κακοβουλίας ἀναιμωτὶ τὴν νίκην αὐτοῖς παραδιδόναι. τὸ γὰρ τὸ στρατόπεδον ἐκλιπεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ ἡττῆσθαι προφανῶς. τὸ μὲν οὖν μὴ ἀντιστῆναι δύνασθαι πρὸς βασιλέα, οὐδ' αὐτοὶ ἀρνηθείημεν, εἶπον, ἂν, καὶ πάντα μᾶλλον διανοητέον ἢ κατὰ στόμα