125
κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῷ ἐν ̓Αλεξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ινα δι' αὐτοῦ πρίηται δῶρα. ὁ δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν ̓Αλεξανδρείᾳ χρημάτων οὐκ ἐλαττόνων οντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα οσων αν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα εσεσθαι ταλάντων τὴν ἐπὶ τῇ δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν ουν τὴν ἐπιστολὴν ̔Υρκανὸς ἀπῄει πρὸς ̓Αλεξάνδρειαν. οἱ δὲ λοιποὶ τοῦ ̓Ιωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταίροις ἐπιβουλεῦσαι τῷ ̔Υρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ' ἐν ̓Αλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πατρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. ὁ δὲ ηρετο πόσων χρῄζει ταλάντων· καὶ ος "χιλίων" εφη. ὁ δ' οἰκονόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ ὁ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ ὁ Πτολεμαῖος στείλας πρὸς ̔Υρκανόν, θαυμάζειν ελεγε πῶς ουτε ωφθη αὐτῷ καὶ τὸν τοῦ πατρὸς εδησεν οἰκονόμον. ὁ δὲ μὴ ἐλθεῖν εφη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οις ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα ὁ βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς μεγαλοφροσύνην ἐθαύμασεν. ὁ δὲ ̓Αρίων ὁ οἰκονόμος γνοὺς ὡς οὐκ εστιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. ὁ ̔Υρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος εκαστον, καὶ παρθένους τοσαύτας ἰσοταλάντου τιμῆς. τῶν γοῦν αλλων ἁπάντων τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ εικοσιν, ὁ ̔Υρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους 1.315 τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ων εκαστος καὶ τάλαντον εφερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος τὸν παῖδα αἰτεῖν α βούλεται προετρέπετο. ὁ δὲ οὐδὲν ῃτησεν η τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ο ποιήσας ὁ βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπ' ὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς επεσον, καὶ ἐξ αὐτῶν δύο. δείσας ουν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ ̓Ιορδάνου καὶ ἐπολέμει τοῖς Αραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾠκοδόμησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ετη ἑπτά, ἐφ' οσον ὁ τοῦ μεγάλου ̓Αντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ̓Αντιόχου τὴν ἀρχὴν διαδεξαμένου τοῦ ̓Επιφανοῦς καλουμένου, φοβηθεὶς ὁ ̔Υρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ ὁ ̓Αντίοχος ελαβε. Τελευτᾷ δὲ καὶ ὁ ̓Επιφανὴς Πτολεμαῖος ὁ τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ καταλιπών, ων ὁ μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ὁ ετερος. τούτων καταφρονήσας ̓Αντίοχος στρατεύει ἐπ' Αιγυπτον· ἀλλ' ἀπεκρούσθη ταύτης, τῶν ̔Ρωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ' ἐπανιὼν ἐπὶ τὰ ̔Ιεροσόλυμα ωρμησε, καὶ κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς 1.316 πύλας οσοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ ̓Ονίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ ̓Ιησοῦ ̓Αντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῷ αυθις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ἀδελφῷ ̓Ονίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενομένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἡ ἀρχιερωσύνη περιελήλυθε. καὶ ὁ μὲν ̓Ιησοῦς ̓Ιάσωνα μετωνόμασεν ἑαυτόν, ὁ δὲ ̓Ονίας Μενέλαον. στασιάσαντος ουν τοῦ ̓Ιησοῦ πρὸς τὸν ̓Ονίαν τὸν καὶ Μενέλαον καὶ ὁ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ ̓Ιάσωνι προσετίθεντο, οἱ δ' αλλοι τῷ Μενελάῳ, ῳ καὶ οἱ Τωβίου παῖδες ησαν συνεπαρήγοντες. καταπονούμενοι δὲ τοῖς πλείοσιν ουτοί τε καὶ ὁ Μενέλαος πρὸς ̓Αντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νόμους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ ̓Επιφανεῖ ̓Αντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς