125
λέγει ὁ Σόλων οὐ καθηγητὴν, οὐδ' ὑφηγητήν. ∆ιδίασ. κύριον. ∆ιδύραμβοσ. ὁ ∆ιόνυσος. παρὰ τὸ δύο θύρας βῆναι, τήν τε κοιλίαν τῆς μητρὸς Σεμέλης καὶ τὸν μηρὸν τοῦ ∆ιός. delta.507 ∆ίκαιοσ. ὁ πᾶσαν ἰσότητα τοῖς ὁμοειδέσι παρέχων καὶ ὁ πᾶσαν ἀρετὴν εχων δίκαιος. φησὶ γὰρ ὁ ̓Απόστολος· δικαίῳ νόμος οὐ κεῖται. ∆ικασπόλοσ. ὁ περὶ τὰς δίκας καὶ τὰ δικαστήρια ἀναστρεφόμενος. ∆ικτάτωρ. ὁ διπλασίαν τὴν ἀρχὴν εχων, ὁ παρὰ ̔Ρωμαίοις δισύπατος καλούμενος, η ὁ μονάρχης ὁ πάντων κρατῶν, η ὁ βασιλεύς. ∆ικτυεύσ. ὁ ἁλιεύς. ∆ικτυωτόσ. πολύπλοκος. ∆ίκτυσ. ονομα κύριον. σημαντέον, οτι ἐπὶ Κλαυδίου τῆς Κρήτης ὑπὸ σεισμοῦ κατενεχθείσης, καὶ πολλῶν τάφων ἀνεωχθέντων, εὑρέθη ἐν ἑνὶ τούτων τὸ σύνταγμα τῆς ἱστορίας ∆ίκτυος, τὸν Τρωϊκὸν περιέχον πόλεμον, οπερ λαβὼν ὁ Κλαύδιος, ἐξέδωκε γράφεσθαι. ∆ιμίτριοσ. ὁ δύο μίτρας εχων, ο ἐστι πολεμικὰς ζώνας ὑφαινομένας διὰ μίτου. ἐφοροῦντο δὲ αυται ἐσώτερον τῆς λαγόνος χάριν ἀσφαλείας. η χαλκαῖ λεπίδες. ∆ιμήτωρ. ὁ ∆ιόνυσος. ∆ίοκλοσ. τόπος. ∆ῖοσ. ὁ ενδοξος. ἀπὸ τῆς γενικῆς ∆ιὸς γέγονε δίϊος, καὶ κατὰ κρᾶσιν δῖος, ὁ ενδοξος. καὶ ∆ῖος ὁ ηρως ὁ εις τῶν Τιτάνων καὶ Πελοπίδων. παρὰ τὸ δέος δέεας καὶ ἐν συναλοιφῇ δείας διὰ διφθόγγου, ὁ δέος ἐμποιῶν. η παρὰ τῆς ∆ιὸς γενικῆς. delta.508 ∆ιοπτῆρα. κατάσκοπον. ἐκ τοῦ οπτω. οιον· τόν ῥα διοπτῆρα στρατὸς εμμεναι ἡμετέροιο. καὶ διοπτεύω τὸ κατασκοπεύω. καὶ διοπτῆρες, οἱ οἰκονόμοι, οἱ ἐπιτηρηταὶ, οἱ προφύλακες. οὐχ οιοί τε ἐγένοντο οἱ διοπτῆρες διαγνῶναι ἐπιόντας τοὺς δυσμενεῖς. καὶ διοπτὴρ μηχανικόν τι οργανον, δι' ων ἐστοχάζοντο τῶν ἐπάλξεων τὸ υψος. η διόπτρα. ∆ιόπτησ. παντεπόπτης. ∆ίοποσ. ὁ διέπων καὶ ἐποπτεύων· ὁ τῆς νεὼς ἐπιμελητής. ∆ιοποί. οἱ βασιλεῖς. παρὰ τὸ διοπεῖν η διοπεύειν. ∆ιόβλητοι. οἱ κεραυνόβλητοι. καὶ ἐγένοντο διόβλητοι απαντες. ∆ιόγνητοσ. κύριον. ∆ίομοσ. κύριον. ἀφ' ου ∆ιομίας. ειρηται παρὰ τὴν ∆ιὸς γενικὴν, ὡς ἀνδρὸς, ανδρομος καὶ ἐν παραγωγῇ ἀνδρόμεος, οθεν τό· ψωμοί τ' ἀνδρόμεοι. καί· ἀνδρόμεα κρέ' εδων. ∆ιόνυσοσ. οἱ μὲν ∆ιόνυξον αὐτὸν ὀνομάζουσι διὰ τοῦ ξ, οτι κέρασι γεννώμενος ενυξε τὸν ∆ιὸς μηρόν. η ∆ιόνυσος ὁ ἐκ τοῦ ∆ιὸς γεννηθεὶς καὶ ἐν Νύσσῃ τραφείς. ∆ίδυμοσ. ὁ μεθ' ἑτέρου τεχθεὶς ἐκ μιᾶς συλλήψεως. παρὰ τὸ δύω, ο γίνεται δύνω. οιον· δύνε δ' ̓Ερεχθῆος πυκινὸν δόμον- delta.509 ειρηται παρὰ τὸ δυόδυμος καὶ δίδυμος. καί· -λιμένες ἀμφιδίθυμοι- οἱ δύο εἰσόδους εχοντες. δίδυμος καὶ ὁ ορχις, παρὰ τὸ δύο τὸ τοῦ ἀριθμοῦ σημαντικὸν, δύμος καὶ ἐν διπλασιασμῷ δίδυμος. η παρὰ τὸ δὶς ἐπίῤῥημα γίνεται δισσὸς καὶ δίσυμος καὶ κατὰ ἀντίθεσιν δίδυμος. ∆ιήρησ. ὁ ὑπερῶος οικος, ὁ δίστεγος. Εὐριπίδης· μελάθρων ἐς διῆρες εσχατον- παρὰ τὸ διὴς διήρης, ιν' ῃ ὁ δίστεγος. ̓Απολλόδωρος δὲ καὶ τὰς ναῦς τὰς ἐχούσας δύο καὶ τρεῖς στέγας διήρεις λέγει. ∆ίπαλτοσ. ἀμφοτέραις ταῖς χερσὶ περιδέξιος, οιον παντὶ σθένει. Σοφοκλῆς· πᾶς δὲ στρατὸς δίπαλτος αν με χειρὶ φονεύει. καὶ διπάλτια δοράτια. ∆ίπυρος αρτοσ. ὁ παρὰ ̔Ρωμαίοις λεγόμενος παξαμᾶς. σισύρας ἐπὶ τῶν ωμων φέροντες, ἐν αις δὴ αλλο οὐδὲν, οτι μὴ διπύρους αρτους, οικοθεν ἐμβεβλημένοι ἀφίκοντο. ∆ίφιλοσ. ωσπερ παρὰ τῷ Αρῃ δοτικῇ γίνεται ̓Αρηΐφιλος, ουτως παρὰ ∆ιῒ δοτικῇ γίνεται διΐφιλος, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉιˉι εἰς εν, δηλονότι μακρὸν, γίνεται ∆ίφιλος, ωσπερ Θέτιϊ, Θέτι· πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τείνειν. delta.510 †∆ιφένσοσ. ὁ εκδικος.† †∆ιφενσίων. ὁ ενδικος χάρτης.† ∆ίφροσ. τὸ αρμα. παρὰ τὸ δύο φέρειν τὸν ὁπλίτην καὶ τὸν ἡνίχον. ∆ιφυήσ. ὁ δύο φύσεις εχων. ∆ιώρυξ. ἡ διάνοιξις τῶν τοίχων. ἀπὸ τοῦ ὀρύσσω, ὀρύξω, ορυξ. καὶ ἐν συνθέσει διώρυξ. ∆ιωστῆρσιν. ἀναφορεῦσι, τοῖς ἀναβαστάζουσι. ∆ῖνοσ. ἡ συστροφὴ, ἡ περιφέρεια, ὁ τόρνος. ∆ιαχώρουσ. τὰ διαστήματα τῶν λόχων. ουτω τὲ ἀνεπλήρωσε τῇ πυκνότητι τοῦ στρατοῦ τοὺς διαχώρους. ∆ιαλογισμούσ. ἀμφιβολίας. ὁ ̓Απόστολος· χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. ∆ιλόγουσ. οιον ὑπούλους καὶ δολερούς. μὴ διλόγους γυναῖκας ὡσαύτως σεμνὰς, μὴ διαβόλους· ὡς