ἀποφατικῆς· καὶ πάλιν ἐὰν εὑρεθῇ συλλογισμὸς ἀπὸ καθολικῆς προτάσεως καὶ μερικῆς συντεθειμένος, μερικὸν καὶ τὸ συμπέρασμα γίνεται πρὸς ἀναλογίαν τῆς χείρονος τῶν προτάσεων, φημὶ δὴ τῆς μερικῆς. Ἴδια δὲ πάλιν ἑκάστου τῶν τριῶν σχημάτων ταῦτα· τοῦ μὲν πρώτου σχήματος τὸ ἔχειν τὴν μὲν μείζονα πρότασιν καθόλου εἴτε καταφατικὴν εἴτε ἀποφατικήν, τὴν δὲ ἐλάττονα πάντως καταφατικὴν εἴτε καθόλου εἴτε μερικήν. τοῦ δὲ δευτέρου σχήματος πάλιν ἴδιον τὸ ἔχειν τὴν μὲν μείζονα πρότασιν καθόλου, τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα ταύτῃ, τουτέστιν εἰ μὲν τὴν μείζονα καταφατικήν, τὴν ἐλάττονα πάντως ἀποφατικήν, καὶ τὸ ἀνάπαλιν ἐὰν τὴν μείζονα ἀποφατικήν, τὴν ἐλάττονα πάντως καταφατικήν. τοῦ δὲ τρίτου σχήματος ἴδιον πάλιν τὸ ἔχειν τὴν ἐλάττονα πρότασιν ἀεὶ καταφατικήν, τὴν δὲ μείζονα ὡς ἔτυχε. μείζων δὲ πρότασις ἤτοι ὅρος ἐστὶν ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος, ἐλάττων δὲ πρότασις ἤτοι ὅρος ἐστὶν ὁ ἐν τῷ συμπεράσματι ὑποκείμενος. ἰστέον δὲ ὅτι αἱ μὲν μείζονες προτάσεις τοῦ πρώτου καὶ δευτέρου σχήματος ἀεὶ διὰ τοῦ ἐσχάτου σχήματος ἀναιροῦνται, αἱ δὲ ἐλάττονες αὐτῶν ἡ μὲν τοῦ πρώτου διὰ τοῦ δευτέρου ἀναιρεῖται, ἡ δὲ τοῦ δευτέρου διὰ τοῦ πρώτου. τοῦ δὲ τρίτου σχήματος ἡ μὲν μείζων πρότασις ἀεὶ διὰ τοῦ πρώτου ἀναιρεῖται, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου. Πρῶτον παρατήρημα τῶν σχημάτων κοινόν, τὸ μὴ ἐπιδέχεσθαι δύο ἀποφατικὰς προτάσεις καὶ τὸ μὴ ἐπιδέχεσθαι δύο μερικὰς προτάσεις καὶ τὸ τὴν μίαν πρότασιν ἐξ ἀνάγκης ἔχειν καθόλου. Ἑκάστου δὲ πάλιν ἴδια παρατηρήματα ταῦτα· τοῦ μὲν πρώτου σχήματος τὸ τὴν μείζονα ἀεὶ ἔχειν καθόλου καὶ τὸ τὴν ἐλάττονα ἀεὶ καταφατικήν, τοῦ δὲ δευτέρου πάλιν τὸ ἐπιδέχεσθαι τὰς προτάσεις ἀνομοιοσχήμονας ἀλλήλαις καὶ διὰ τοῦτο καὶ ἀποφαντικὸν ἀεὶ ἀποτελεῖν τὸ συμπέρασμα καὶ τὸ τὴν μείζονα πρότασιν καθόλου ἔχειν ἀεί, τοῦ δὲ τρίτου πάλιν τὸ ἀποτελεῖν ἀεὶ μερικὰ συμπεράσματα, κἂν ἀπὸ δύο καθόλου προτάσεων σύγκειται, καὶ τὸ ἐπιδέχεσθαί ποτε τὴν μείζονα πρότασιν μερικήν. Προσδιορισμοὶ δέ εἰσι τέσσαρες, οἱ μὲν δύο καθόλου, ἤγουν ὁ «πᾶς» καὶ ὁ «οὐδείς», οἱ δὲ δύο μερικοί, ὁ «τὶς» καὶ ὁ «οὐ πᾶς». οὗτοι δὲ καὶ ἀντιστρέφουσι πρὸς ἀλλήλους οὕτως· ὁ μὲν «πᾶς» ἀεὶ πρὸς τὸν «τὶς», ὁ δὲ «οὐδεὶς» πρὸς ἑαυτὸν ἤγουν τὸν «οὐδείς», ὁ «τὶς» πάλιν ὡσαύτως πρὸς ἑαυτὸν ἤγουν τὸν «τὶς», ὁ δὲ «οὐ πᾶς» καὶ πρὸς ἑαυτὸν ἀντιστρέφει καὶ πρὸς τὸν «οὐδεὶς» καὶ πρὸς τὸν «τὶς» κατὰ τὴν τῶν ὑλῶν δηλονότι διαφοράν, πρὸς δὲ τὸν «πᾶς» οὐδέποτε ἀντιστρέφει. 53 Ἔφοδος σύντομος καὶ σαφὴς τῆς εὑρέσεως τῶν συλλογισμῶν τῶν τριῶν σχημάτων τῆς λογικῆς πραγματείας τοῦ Ἀριστοτέλους γεγονυῖα παρὰ τοῦ ὑπάτου τῶν φιλοσόφων καὶ πατρικίου κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ, πῶς ὀφείλει εὑρίσκειν ὁ ζητῶν ἕκαστον αὐτῶν ὡς ἔχει τάξεως, ἤτοι ἐν πρώτῳ ἢ ἐν δευτέρῳ ἢ ἐν τρίτῳ σχήματι Ἰστέον οὖν ὅτι τὸ μὲν ˉα ἐν ἑκάστῳ στιχιδίῳ ἀντὶ τοῦ «πᾶς» προσδιορισμοῦ λαμβάνεται, τὸ δὲ ˉε ἀντὶ τοῦ «οὐδείς», τὸ δὲ ἰῶτα ἀντὶ τοῦ «τίς», τὸ δὲ ˉο ἀντὶ τοῦ «οὐ πᾶς»· λαμβάνονται δὲ οἱ μὲν δύο προσδιορισμοὶ οἷοι εἰσὶν ἐπὶ τῶν προτάσεων, ὁ δὲ τρίτος ἐπὶ τοῦ συμπεράσματος: 54 Τοῦ αὐτοῦ περὶ τῆς καταλλαγῆς Ἡφαίστου Ὁ Ἥφαιστος ὁ καταλλάσσων τῷ ∆ιὶ τὴν Ἥραν τοιαύτην τινά, ὡς ἐν συντόμῳ εἰπεῖν, ὑποβάλλει ἔννοιαν. Ἥρα μὲν γὰρ ὁ ἀήρ, θερμὸς ὤν, φασί, καὶ ὑγρός, εἰ καὶ