θέρει. ὑπερέχει δὲ ἅπασαν τὴν γῆν ἐν τῷ μεγέθει· κωνοειδὴς ἡ χθόνα γάρ, ὡς ἔοικεν, ὑπάρχει. τὴν σελήνην δὲ τέθεικας τοῦ φωτίζειν τὴν νύκτα· λήγουσα καὶ αὐξάνουσα [ἀ]νάστασιν μηνύει. εἰς χρόνους ὄντως καὶ καιροὺς ἔταξας τοὺς φωστῆρας, καὶ ταῦτα παρελεύσονται τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἰχθύας δὲ καὶ πετεινὰ ἐξήγαγε τὸ ὕδωρ, καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος, ὅσα εἰσὶ λεπιδωτά, καθαρὰ πρὸς διαίταν, καὶ ὅσα τὰ ἀλέπιδα, ἀκάθαρτα τὰ πάντα. τὰ πετεινὰ δὲ πέτανται πάντα ἐν τῷ ἀέρι, καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος· στραβώνυχα, ὀξύστομα, ἀκάθαρτα τὰ πάντα, τὰ δὲ ἰσοχειλεύοντα καθαρὰ πρὸς διαίταν. τετράποδα παντοῖα δὲ ἡ ἤπειρος ἐκφύει, καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος. τὰ διχηλοῦντα τοῖς ποσὶ μηρυκισμὸν ἀνάγει, ταῦτά εἰσι τὰ καθαρὰ καὶ καλὰ πρὸς διαίταν, τὰ δὲ δασυποδεύοντα ἀκάθαρτα τὰ πάντα. ἵπποι, ὄνοι καὶ κάμηλοι πρὸς τὴν ὑπηρεσίαν, ἐλέφας καὶ μονόκερως πρὸς τέρψιν τῶν ἀνθρώπων, ὕαινα καὶ κορκόδειλος, λεόπαρδος καὶ λέων, ὁ ἄρκος καὶ ὁ λύκος δέ, θηρία αἱμοβόρα, οὐδὲν τούτων ηὐλίζετο ἔνδον τοῦ παραδείσου, εἰ μὴ μόνος ὁ ἄνθρωπος, χειρῶν θεοῦ τὸ ἔργον. Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος χ[ειρὶ] θεοῦ ἐπλάσθη· ἐκ γῆς ἀφθάρτου πέπλασται βουλῇ τοῦ παντεπόπτου, τὸ σῶμα δὲ σὺν τῇ ψυχῇ αὖθις ἀναλαμβάνει, οὐχὶ τὸ σῶμα πρότερον καὶ ὕστερον τὸ πνεῦμα, καθὼς ληρεῖ ὁ δυσσεβὴς καὶ ἄφρων Ὠριγένης, ἀλλ' ἅμα τὰ ἀμφότερα· καὶ γέγονε τὸ ζῷον λογικὸν ὄντως καὶ θνητὸν κατὰ τὸ γεγραμμένον. καὶ ἡ γυνὴ ἐκ τῶν πλευρῶν αὐτοῦ ἀνεγεννήθη, αὐτὸς γὰρ ἐπροφήτευσε περὶ αὐτῆς καὶ εἶπεν· «ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη οὖν ἐστί μοι γυνή, ἐξ ἐμοῦ γὰρ ἐλήφθη.» Ἐν παραδείσῳ τέθειται δεσπόζειν τῶν κτισμάτων, ἑνὸς δὲ ξύλου μὴ φαγεῖν, ἐξ οὗ γεννᾶται μόρος. αὐτοῦ δὲ παρακούσαντος ἐγεύσατο τοῦ ξύλου· τῇ τοῦ ὄφεως συμβουλῇ, γυναικὸς ἐπηρείᾳ, ἐξηπατήθη βεβρωκὼς τὴν ἐνήδονον βρῶσιν· ἰσοθεΐαν φαντασθεὶς ἐκπίπτει τῆς ἐλπίδος καὶ ἐγυμνώθη τῆς τρυφῆς τοῦ ζωηροῦ χωρίου, ῥάψας δὲ φύλλα τῆς συκῆς τὴν γύμνωσιν καλύπτει. Πρωῒ δὲ ἔνδον εἰσελθὼν ὥρᾳ ἕκτῃ ἐξῆλθεν καὶ ἐξεβλήθη τῆς τρυφῆς τοῦ ζωηροῦ χωρίου. ἀπέναντι ἐκάθισεν εἰς τόπον τοῦ κλαυθμῶνος. ἐκεῖ γὰρ μέλλει ὁ θεὸς κρῖναι τὴν οἰκουμένην· ὁ ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ βήματος ἕλκει τοῦ καταφλέξαι ἅπασαν τὴν ὕλην τῆς ἠπείρου, ἐν ᾧ δοκιμασθήσεται ἡ τῶν ἀνθρώπων φύσις· ἐκεῖ πάντες ὑφέξομεν δίκην τῶν ἐσφαλμένων, καὶ οἱ μὲν γίνωνται ὡς φῶς, ἄλλοι δὲ ὡς ζοφώδεις. ὁ παράδεισος γάρ, φησίν, εἰς ἀνατολὴν κεῖται, αὐτὸς δὲ τούτου ἐκβληθεὶς ἦλθεν ἐν τῇ κοιλάδι. ∆ακρυρροῶν δὲ ὁ Ἀδὰμ ἑαυτὸν ἀπεθρήνει· «οἴμοι, τί πέπονθα ἐγώ; ἐκδυθεὶς τὸ χιτῶνα, τὴν θεοΰφαντον στολήν, γυμνὸς αἴθριος πέλω, κῴδια περιβέβλημαι ὡς γήινα φρονήσας. οἴμοι, γλυκὺ παράδεισε, πῶς σου ἀπεχωρίσθην; οἵας δόξης ἐστέρημαι διὰ τὴν ἀκρασίαν. οὐκέτι ἀπολαύσομαι τῆς τερπνῆς ὡραιότης, οὐδὲ πάλιν ἀκούσομαι τῶν ἀγγέλων τοὺς ὕμνους. ἀκάνθας καὶ τριβόλους μοι ἡ γῆ ἀναβλαστάνει, τῇ δρόσῳ περιρρέομαι παντοδαπῶς τὸ σῶμα, τὸ πρόσωπον καταβραχῶ τοῦ ἐσθίειν τὸν ἄρτον. ἀλλὰ καὶ μετὰ θάνατον εἰς τὸν ᾅδην ὑπάγω.» Θανὼν δὲ μέσον τέθαπται τῆς γῆς ἐξ ἧς ἐλήφθη. τριάκοντα καὶ ἐννακὸς Ἀδὰμ ἔζησεν ἔτη, καὶ οὕτως ἐτελεύτησεν ταφεὶς ὑπὸ ἀγγέλων· μέσον τῆς γῆς ἐτάφη δὲ ἐξ ἧς καὶ προελήφθη, καὶ μετὰ τὸ θανεῖν αὐτὸν εἰς ᾅδην ἀπελείφθη. ἁπλώσας χεῖρας ὁ πικρὸς καὶ ἀκόρεστος Ἅιδης τοῦτον κατέκλεισε φρουραῖς τῆς δεινῆς παννυξίας. τετράσχιλοι καὶ ἐννακὸς τριάκοντα καὶ τρία ἔτη αὐτὸν κεκράτηκεν ὡς αὐτοῦ ὑπακούσας. Ἀλλ' ὁ θεὸς ὁ ἅγιος ἀφάτῳ εὐσπλαγχνίᾳ κατέβη κλίνας οὐρανοὺς τοῦ σῶσαι τὸν γενάρχην, πεντάσχιλοι καὶ πεντακὸς ἔτη παραδραμόντα. γεννᾶται τοίνυν ὁ Χριστὸς ἐκ παρθένου ἁγίας, δούλου μορφὴν ἐνδύεται ἐξ ἀπειράνδρου κόρης. παρθένος αὐτὴ ἔτεκε καὶ ἔμεινε παρθένος,