15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
κατηγορεῖται, κατ' ἀγγέλων φημὶ καὶ νόων καὶ ψυχῶν, τὸ δὲ ἀγέννητον μόνου θεοῦ. «ὃ» τοίνυν «μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία» θεοῦ. ἀλλὰ πῶς φατε κατὰ μόνου θεοῦ τὸ ἀγέννητον; οὐ γὰρ πεισθείη Ἀριστοτέλης ὑμῖν οὐδὲ Πλάτων οὐδ' ὕστερον ὁ μανεὶς Μάνης. ὁ μὲν γὰρ Ἀριστοτέλης καὶ τῆς ὕλης κατηγορεῖ τὸ ἀγέννητον· ὁ δὲ Πλάτων ἀγεννήτους τὰς ἰδέας φησίν· ὁ δὲ Μάνης δύο παρεισάγει ἀρχάς, τὴν μὲν ἀγαθήν, τὴν δὲ κακήν, καὶ τὴν μὲν φῶς οὖσαν, τὴν δὲ σκότος, καὶ ἀπὸ μὲν τῆς ἀγαθῆς τὰς τῶν ἀγαθῶν ῥυῆναι πηγάς, ἀπὸ δὲ τῆς ἑτέρας τοὺς τῶν κακῶν ὀχετούς. πῶς οὖν τοιούτων ἀνδρῶν καὶ καθ' ἑτέρων κατηγορούντων τὸ ἀγέννητον, κατὰ τούτου μόνου κατηγορεῖσθαί φατε; Ταῦτα δέ φησιν ὁ μέγας, οὐχ ὡς ἀναιρῶν μὴ προσαρμόζεσθαι τῷ πατρὶ τὸ ἀγέννητον, ἀλλ' ὡς διαπαίζων τὰς δόξας αὐτῶν. ἐπεὶ γὰρ ᾤοντο παρὰ πάντων κοινῶς δεδόσθαι τῶν Ἑλλήνων καθ' ἑνὸς μόνου τὸ ἀγέννητον λέγεσθαι, διὰ τοῦτο τὰς δόξας αὐτῶν ἀπηρίθμηκεν. ὑμῖν δὲ τοῦτο ἔστω δῆλον, ὅτι λογικῶς ἐπιχειρῶν ὁ πατὴρ ἐντὸς τῶν τῆς λογικῆς ὅρων ἵσταται, ὀλίγα μὲν φυσιολογῶν, ἐλάχιστα δὲ θεολογῶν· ἐπεὶ γὰρ ἐπὶ τῇ διαλεκτικῇ οἱ τηνικαῦτα ἐκόμπαζον, διαλεκτικῶς τούτοις συμπλέκεται, οἷς μάλιστα ἐθάρρουν κατ' αὐτῶν χρώμενος.
56 ο[α]ʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «τίς οὐσία θεοῦ;»
Ταῖς λογικαῖς τοῦ μεγάλου πατρὸς λύσεσιν, ἃς δὴ πρὸς τὰς ἐπαγωγὰς τῶν διαπορήσεων ἐποιήσατο, ἐξαπορηθεὶς ὁ ἀντιδοξῶν καὶ θαυμάσας ὥσπερ τὴν τοῦ θεολόγου μεγαλοφυΐαν καὶ τὸ πρὸς τὰ ἄπορα πόριμον, ἐπ' αὐτὸ τὸ μέγα καὶ ἄλυτον κατήντησε διαπόρημα· «τίς» γάρ φησιν «οὐσία θεοῦ;» τὸ δὲ τίς καὶ τὸ τί προσρήματα ὅρων καθέστηκεν, ὥσπερ δὴ καὶ Λογγῖνος ὁ φιλολογώτατος τὸ «τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον» παρὰ τῷ Τιμαίῳ κείμενον, ὅρου, φησίν, ἔχει δύναμιν, εἰ καὶ Πρόκλος ὕστερον ὁ φιλόσοφος τὴν ἐξήγησιν οὐκ ἐδέξατο. ἀλλὰ τὸ μὲν Πλατωνικὸν τουτὶ «τί» ἔστω τέως ἀμφήριστον· ἐνταῦθα δὲ τὸ «τίς οὐσία θεοῦ» ὁρικόν ἐστι καὶ προδήλως εἰς ὅρον ὑπάγει τὸ κρεῖττον· μονονουχὶ γὰρ οὑτωσί πως πρὸς τὸν μέγαν τοῦτον πατέρα ὁ ἀντιδοξῶν φθέγγεται ὅτι· ὦ λῷστε, ὁρῶ σε τὴν φύσιν ὑπερπηδήσαντα καὶ πᾶν μὲν λογικὸν ἅμμα εὐχερῶς διαλύοντα, πᾶσαν δὲ φιλοσοφίαν καὶ θεολογίαν εἰδότα καὶ ὥσπερ ἐξ οὐρανοῦ προσομιλοῦντα ἡμῖν καὶ «ὡς ἡμίθεον ἀναστρεφόμενον ἐν ἡμι όνοις». τάχα γοῦν ἂν εἰδείης καὶ «τίς οὐσία θεοῦ». πρὸς ὃ δὴ διαπόρημα εὐθύτατα ὁ πατὴρ ἀπαντῶν, «τῆς σῆς» φησίν «ἀνοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν». τὸ δὲ «τοῦτο λέγειν» τοῦτο λέγει ἀριδηλότατα, ὅτι τὸ ἐρωτᾶν τίς οὐσία θεοῦ οὐ νοῦ πέφυκε γνώρισμα, τῆς σῆς δὲ ἀνοίας καθέστηκεν ἀποτέλεσμα· οὐ γὰρ τὸ «τοῦτο λέγειν» δηλοῖ τὸ ὁρίζεσθαι, ἀλλὰ τὸ τολμᾶν περὶ τοῦ ὅρου ἐπερωτᾶν. τίς, φησίν, οὐσία θεοῦ; ὢ τῆς ἀνοίας· τὴν δὲ σήν, ὦ τᾶν, ἐπίστασαι; ἀλλὰ τὴν τοῦ μύρμηκος ἢ τὴν τοῦ κώνωπος; ἔπειτα οὐκ αἰσχύνῃ, τῶν «χαμαὶ ἐρχομένων» καὶ σμικροτάτων τὰς φύσεις ἀγνοῶν, περὶ τῆς ἀκροτάτης ἐπερωτᾶν φύσεως καὶ ζητεῖν τίς οὐσία θεοῦ; Ἐγὼ δέ σε ἐγγυτέρω ἐρήσομαι· δύο τῶν ὄντων ἔσχατα θεὸς καὶ ὕλη, ἀλλ' ὁ μὲν κατὰ τὴν ἄνοδον, ἡ δὲ κατὰ τὴν κάθοδον, καὶ μετὰ τὴν ὕλην οὐδέν. τίς οὖν οὐσία ὕλης; πότερον δὲ ὄν ἐστιν αὕτη ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ ὄν, πῶς ἀνείδεος; γνώρισμα γὰρ τῶν ὄντων τὸ εἶδος. εἰ δὲ οὐκ ὄν, πῶς ὡς ὂν παρὰ τοῖς φιλοσόφοις ὁρίζεται; ἀζώαν γὰρ ταύτην καὶ ἀσώματόν φασι καὶ φάντασμα ὑποστάσεως, καὶ μηδὲν μὲν οὖσαν, πάντα δὲ