125
ἀλλ' ἐπ' αὐτῆς τῆς ἀληθείας, ὅτι βασιλεὺς ἐτύγχανεν. 42, 17ε οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι· Ἐλιφὰζ τῶν Ἠσαῦ υἱῶν Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων 398 βασιλεύς. καλῶς πάλιν τῶν φίλων ἐμνημόνευσεν ὁ λόγος μονονουχὶ λέγων· ἐπὶ τῶν περιφανῶν τούτων καὶ ἀπαραγράπτων προσώπων γέγονε τὰ κατὰ τὸν Ἰώβ. ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται, φησὶν ἡ γραφή. τὸ μὲν οὖν πονημάτιον σύντομον, ὡς ἐπετάξατε, τετέλεσται, ὦ Ἰωάννης καὶ Ἰουλιανὲ οἱ θεοσεβέστατοι, ὥσπερ καὶ εἰς τὸν Ἐκκλησιαστήν. ὑμεῖς δὲ τὸ ἀτελεύτητον μὴ παύσησθε ἡμῖν εἰσφέροντες χρέος, τὰς εὐχάς φημι καὶ τὴν ἀγάπην, μαθηταὶ γνήσιοι τοῦ τῆς ἀγάπης υἱοῦ τυγχάνοντες καὶ τῆς λεγούσης ἐντολῆς πληρωταί· μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν, ὃ δὴ καὶ ἄλλοις καὶ πᾶσιν ἡμῶν τοῖς ἀδελφοῖς εἰσφέροντες μὴ παυσώμεθα εὐπροσδέκτοις εὐχαῖς τοῦ μακαρίου προφήτου καὶ ἀγωνιστοῦ καὶ καλλιστεφάνου καὶ ἀμέμπτου Ἰὼβ μόνῃ χάριτι τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.