125
προστέθεικε, διδάσκων τίσιν χρησάμενος λογισμοῖς οὐκ ἀνεῖλε τὸν δυσμενῆ. βʹ. "Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με· ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου· καὶ ἐν τῇ σκιᾷ τῶν πτε ρύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία." Καθειργμένος ἐν τῷ σπηλαίῳ, καὶ τοὺς πολεμίους καθειργμένους ὁρῶν, τὸν θεῖον ἔλεον ἀπαγγέλ λει, καὶ ἣν ἔχει πρὸς τὸν Θεὸν ἐλπίδα γυμνοῖ. Σκιὰν δὲ πτερύγων πολλάκις ἡρμήνευσεν, ὅτι τὴν θείαν κηδεμονίαν καλεῖ. Ὁ δὲ τοῦ ἐλέους δι πλασιασμὸς τὴν ὑπερβολὴν τοῦ κινδύνου παραδη λοῖ. Τὸ δὲ, Ἕως οὗ παρέλθῃ ἡ ἀνομία, σαφέ στερον ὁ Ἀκύλας ἡρμήνευσεν, Ἕως οὗ παρέλθῃ ἡ ἐπιβουλή. Ὁ δὲ Σύμμαχος, Ἕως ἂν παρέλθῃ ὁ ἐπηρεαστής. Οὐ παύσομαι τοίνυν, φησὶν, ἱκετεύων, ἕως ἂν τῶν ἐπιβουλευόντων ἀπαλλαγῶ. Τοὺς γὰρ ἐπιβουλεύοντας οἱ Ἑβδομήκοντα ἀνομίαν ἀπὸ τοῦ πράγματος προσηγόρευσαν. γʹ. "Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με." Τῆς θείας ἐπικου ρίας τὴν πεῖραν ἔχων διδάσκαλον, συνήθως ἀπο λαῦσαι ταύτης ἀντιβολῶ. Κραυγὴν δὲ τὴν τῆς ψυχῆς προθυμίαν καλεῖ. δʹ. "Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με." Ἄνω θέν με γὰρ τῆς οἰκείας ἀξιώσας προνοίας, καταγε 80.1292 λάστους ἀπέφηνέ μου τοὺς δυσμενεῖς. ∆ιδάσκει δὲ καὶ ἡ ἱστορία, ὡς ἀναστάντι τῷ Σαοὺλ ἠκολού θησε, καὶ πόῤῥω γενομένῳ τὴν νύκτωρ παρασχε θεῖσαν εὐεργεσίαν δεδήλωκε, καὶ ὅτι λαβὼν ὑποχεί ριον οὐκ ἐπήνεγκε τὴν πληγήν· ὄνειδος δὲ τοῦτο μέγιστον ἦν τῷ σεσωσμένῳ καταπολεμοῦντι τὸν σεσωκότα. [∆ιὸ δὴ βοᾷ εὐχαριστῶν·] "Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ, καὶ τὴν ἀλήθειαν αὑτοῦ. [εʹ] Καὶ ἐῤῥύσατο τὴν ψυ χήν μου ἐκ μέσου σκύμνων." ∆ικαίας, φησὶν, ἀπολαύσας φιλανθρωπίας, τῆς τῶν πολεμίων ἀπηλ λάγην θηριωδίας. Λεόντων γὰρ δίκην ἐπίεσαν δια σπᾶσαι βουλόμενοι· τὴν δὲ ἀλήθειαν τῷ ἐλέῳ συν έζευξε, τὸ δίκαιον τῆς φιλανθρωπίας δεικνύς. "Ἐκοιμήθην τεταραγμένος." Τοῦτο ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· Ἐκοιμήθην μετὰ ἀναλισκόν των· ὁ δὲ Ἀκύλας, μετὰ λάβρων· ὁ δὲ Σύμ μαχος, μετὰ φλεγόντων. [Ἀντὶ τοῦ, Ἐκοιμήθην σχεδὸν μετὰ ἀναλισκόντων λογισμῶν· λάβρως γάρ με κατέδακνον, ὡς σχεδὸν καὶ καταφλέγειν μου τὴν διάνοιαν.] Εἰκότως τοίνυν ἐταραττόμην μεταξὺ τοιούτων καθεύδειν ἠναγκασμένος, καὶ ὑπὸ τοιού των κυκλούμενος. Τὸν Σαοὺλ γὰρ, καὶ τοὺς συναναλίσκοντας, καὶ φλέγοντας, καὶ λάβρους, καὶ σκύμνους ὠνόμασε, τὸ θηριῶδες τῆς γνώμης, καὶ τοῦ τρόπου τὸ φονικὸν ἐξηγούμενος. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς διδάσκει σαφέστερον. "Υἱοὶ ἀν θρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη· καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα." Σκύμνους αὐτοὺς καλέσας, εἰκότως καὶ ὀδόντων ἐμνήσθη, αἰχμαῖς τούτους καὶ βέλεσιν ἀπεικάζων, καὶ τὴν γλῶτ ταν τεθηγμένῃ μαχαίρᾳ· διὰ πάντων δὲ τὰς μιαι φόνους αὐτῶν σημαίνει βουλάς. ʹ. "Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός· καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου." Ἄξιον δὲ ἐπὶ πᾶσιν ἀνυμνεῖν σε, τὸν ἐν οὐρανῷ μὲν διάγειν ὑπει λημμένον, πᾶσαν δὲ τὴν γῆν ἐμπιμπλῶντα τῆς δό ξης. Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀββακούμ· "Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ." Τὸ δὲ, Ὑψώθητι, ἀντὶ τοῦ· ∆εῖξον πᾶσιν ἀνθρώποις τὸ ὕψος σου. ζʹ. "Παγίδα ἑτοίμασαν τοῖς ποσί μου, καὶ κατ έκαμψαν τὴν ψυχήν μου. [Καὶ οὐκ ἠρκέσθησαν τούτοις, ἀλλὰ καὶ] ὤρυξαν πρὸ προσώπου μου βό 80.1293 θρον, καὶ ἐνέπεσον εἰς αὐτόν." Λόχους μοι, φη σὶν, ἐπιστήσαντες, καὶ ἐνέδρας καθιστάντες, αὐ τοὶ παρ' ἡμῶν ἐλοχίσθησαν καὶ ταῖς οἰκείαις ἐνεπάγησαν πάγαις. ηʹ. "Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου." Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἑδραία ἡ καρδία μου. Προφανῆ γὰρ ὁρῶν σου τὴν πρό νοιαν, οὐκ ἔτι δέδια τὰ παντοδαπὰ τῶν ἐχθρῶν μη χανήματα· ἀλλ' ἕτοιμός εἰμι καὶ εὐτρεπὴς τοῖς σοῖς ἕπεσθαι ῥήμασι, καὶ τὰς σὰς εὐεργεσίας ὑμ νεῖν. θʹ. "Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτή ριον καὶ κιθάρα." Ἑαυτῷ λοιπὸν ἐγκελεύε ται τὸν θεῖον ὕμνον ὑφῆναι· δόξαν δὲ οἰκείαν τὴν προφητικὴν χάριν καλεῖ· ἑαυτὸν δὲ ψαλτήριον,