125
ἀψευδῶς· ὁπόταν γὰρ ἐν λιμῷ καὶ δίψει, ἐν ἐξορίαις καὶ εἱρκταῖς, ἐν σιδήροις ἐπὶ ποδὸς καὶ μονώσεσιν, ἐν ἁρπαγαῖς ὑπάρξεων καὶ ἐκδιώξεσιν, ἐν διατριβαῖς ἐρήμων οἰκήσεων, ἐν ὄρεσί τε καὶ σπηλαίοις κατὰ τὸ γεγραμμένον (καὶ οὔπω λέγω καὶ αἱμάτων διὰ μαστίγων κενώσεσι), πῶς οὐ ταῦτα μαρτύρια; πόσοι οἱ στεφανῖται; ἆρον κύκλῳ τοὺς τοῦ νοῦ ὀφθαλμούς, ὦ μακαριώτατε, καὶ ἴδε ἅπαντα καὶ πέρα τούτων, καὶ ἐξ ἑαυτοῦ ἀθλήσεως τὸν λόγον πιστούμενος. Ἀλλ' ὅμως νικῶν νίκα, τριπόθητε, οἷα καὶ εἶεν τὰ ἐπαγόμενα καὶ ἐπαχθησόμενα, ἵνα σε κορωνίδα ἡ μοναχικὴ πολιτεία ἔχοι, ἥ τε ὅλη τοῦ Χριστοῦ ἐκκλησία ὁμολογίας στεφανίτην γνωρίσοι, ἡμεῖς τε οἱ ἐλάχιστοι ἐγκαλλώπισμα λάβοιμεν εὐπρεπείας. 160 {1Τῷ φίλῳ ὁ φίλοσ}1 Καιρός μοι τοῦ γράφειν, τοῦ δὲ μνημονεύειν σου τῆς καλῆς ἀγάπης ἅπας· καὶ τοῦτο οὐ δῶρον, ἀλλὰ κατὰ χρέος, οὐ μόνον διὰ τὴν φειδώ, ἣν ἐνεδείξω ἐν ἡμῖν (ἣν τίς μαθὼν οὐκ ἂν ἀγάσαιτο, πληρωτὴν οὖσαν τῆς ἐντολῆς ἐκείνης, ἵνα τις θήσῃ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ φίλου αὐτοῦ;), ἀλλὰ καὶ διὰ τὴν καλοτροπίαν σου· ὡς γὰρ ἕπεται τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ τῇ σῇ τιμιότητι τὸ χαρίεν καὶ ἀγαπητόν. καὶ τοῦτο οὐ λόγος διάκενος· τίς γάρ σε ἰδὼν οὐκ ἥσθη, τίς δέ σου πειραθεὶς οὐκ ἐτρώθη εἰς φιλίαν; πυνθάνομαι ὅτι καὶ ἐξ ἀκοῆς εἷλές τινα, ὥστε σε ἀγχιστεῦσαι θέλειν. καί γε τὸ παραδοξότερον· φασὶ γὰρ γυμνὸν ἐν βαλανείῳ εἰσελθόντα ἐπιγαμβρεύσασθαι, οὐδενὸς ἄλλου ἐπιζητουμένου διὰ τὸ πολύολβον τοῦ ἐκκαλουμένου. καὶ εἰκότως· ὁ γάρ τοι τὴν ἀρετὴν ἠμφιεσμένος πλουσιώτερος πάντων, ὥς που τὸν Ὀδυσσέα ἱστοροῦντες ἐκ ναυαγίου γυμνὸν περισωθέντα φάναι τάδε. ἴδε οὐ διέψευσμαι ἐν τοῖς ἀνόπιν· ἀλλ' ὡς ἔμαθον καὶ εἰς ἀρχὴν κομητάτου προῆχθαί σε, ἐχάρην μὲν οὐ πολὺ (μικρὸν γὰρ τῇ εὐσεβείᾳ σου καὶ ἀμφοτεροδεξιώσει τουρμαρχάτον), ἐλυπήθην δὲ ὅτι ἀπομακρύνεις· ὅμως τῷ πτερῷ τοῦ γράμματος δυνατὸν πέτασθαι καὶ συνάπτεσθαι ἀλλήλοις. Φύλασσέ μοι οὖν, ὦ παῖ καλέ, εἰ οὐ δυσχεραίνοις ἀκούων, τὴν παρακαταθήκην τῆς ὀρθοδόξου πίστεως καὶ κοινωνίας· μνημονεύων μου ἐξ ἴσου σῴζοιο ἐν Κυρίῳ πάντοτε. 161 {1Εἰρήνῃ καὶ Καλῇ ἀδελφαῖσ}1 Ὅτι παρεκλήθη ἡ τιμία ὑμῶν δυὰς ἀπὸ τοῦ ἀδελφικοῦ πάθους, χάρις τῷ παρακαλέσαντι θεῷ. τοῦτο γὰρ ἐδήλωσεν ὁ γραμματηφόρος, ὃς καὶ ἤγαγεν ἡμᾶς τὰ ἀποσταλέντα παρ' ὑμῶν· ἃ ἰδόντες ἐδόξαμεν ἐκεῖνον τὸν μακάριον θεωρεῖν καὶ προσφθέγγεσθαι. καὶ γοῦν ἔχομεν αὐτὰ εἰς ὑπόμνημα αὐτοῦ ἀνεπίληστον· ἀναπαύσειεν ὁ θεὸς κἀκεῖνον μετὰ ἁγίων, ὧν εἵλετο ζῶν τὴν μερίδα, δοίη καὶ ὑμῖν τὸν μισθόν, ὑπὲρ ἀδελφοῦ ἀληθινοῦ ἀγωνιζομέναις διὰ τῆς τοιαύτης εὐποιΐας, ἀναπεμπούσαις τὰ ἀπόμοιρα αὐτῷ ἐν τῷ μέλλοντι αἰῶνι, ὃς καὶ ἔτι ζῶν προαπέθετο τὴν ἄσυλον κληρονομίαν. Ἀλλὰ τί ὅτι καὶ αὐταί, τὸν αὐτὸν τῆς παρθενίας εἱλάμεναι βίον, οὐδὲν ἀπολείπεσθε κόσμῳ, πάντα θεῷ θησαυρίζουσαι, ἐχόμεναι καί γε τῆς ὀρθοδοξίας; εὐλογηθείη ἡ τριὰς ὑμῶν, εὐλογημένη καὶ ἡ δυάς, ἡ ἐνεγκοῦσα ὑμᾶς εἰς φῶς· καλὴ ἡ φρόνησις ὑμῶν, μακαρία ἡ πρᾶξις ὑμῶν. Εὔχεσθε ὑπὲρ ἐμοῦ, ἅγιαι γυναῖκες. 162 {1Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ}1 Οὐχ ὅτε γράφω, τότε μνημονεύω σου τῆς ἀγάπης, γνησιώτατόν μου αἷμα, ἀλλὰ καὶ πάντοτε λαμβάνων σε ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ οὐ διαψεύδομαι· ἐρῶ γάρ σε οὐ μόνον ὡς ἀγχιστέα, ἀλλὰ καὶ ὡς ὁμογνώμονα καὶ ὑπὲρ πάντα συγγενῆ οἰκειωμένον τῇ ταπεινώσει μου, οὐ μὴν ἀλλὰ καὶ ὡς φιλοσυνόμιλον, ὡς αὐτὸς ἀφ' ἑαυτοῦ εἰκάζειν ἔχεις, ἐπειδή πως ἔσοπτρον τῆς ἀγάπης τῆς πρὸς τὸν πλησίον ἐν ἑαυτῷ ἕκαστος κέκτηται. διέστησε δὲ ἡμᾶς ὁ καιρός, ὡς οἶδας· ἀλλ' ὥσπερ ἐγὼ εὔχομαί σε φυλάττεσθαι ἀσινῆ καὶ ἀμέτοχον τῆς χριστομάχου αἱρέσεως, οὕτω καὶ αὐτὸς ὑπερεύχου, φίλτατε, διασῴζεσθαί με κατὰ πάντα τὸν ἁμαρτωλὸν ἀπήμονα. Τί δὲ ὁρᾶταί σοι τὰ κατὰ τὴν Βυζαντίδα; ἐγκαταλέλειπται σπέρμα ὀρθόδοξον ἢ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν; στοναχίζει τις τὴν ἅλωσιν ἢ ὡς ἐπὶ Νῶε ἡ ἀναίσθητος ἀδιαφορία, οὓς ὕδωρ οὐράνιον κατέκλυσεν; ἆρα δὲ κἂν ἐκ