1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

125

Πρίσκον στρατηγὸν ἀνατολῆς χειροτονήσας ἀπέστειλεν, γράφει Ἡρακλείῳ καταλιπόντι τὸ στράτευμα εἰς Ἀρμενίαν παραγενέσθαι πρὸς Ναρσῆν καὶ τὴν τοῦ Πρίσκου παρουσίαν κατάδηλον ποιῆσαι. ἦν γὰρ ὁ αὐτο260 κράτωρ τῷ Φιλιππικῷ κελεύσας τετάρτην μοῖραν τῆς ῥόγας τῷ στρατῷ ἀποστερῆσαι. ἐνόσει γὰρ Μαυρίκιος τὸ φιλόχρυσον. ὁ δὲ Φιλιππικὸς φοβηθεὶς μὴ ἀφορμὴ τυραννίδος γένηται τοῦτο, τῷ βασιλεῖ οὐχ ὑπήκουσε διά τε τοῦτο τῆς στρατηγίας ἀποπαύεται. Πρίσκος δὲ καταλαβὼν τὴν Ἀντιόχειαν προστάττει τοὺς στρατιώτας ἐπὶ τὸ Μονόκαρτον συναχθῆναι· προσκαλεῖται δὲ καὶ Γερμανόν, τὸν τὴν Ἐδεσηνῶν ἀρχὴν πεπιστευμένον, σὺν τῷ ἐπισκόπῳ· καὶ σὺν αὐτοῖς πρὸς τὸ στρατόπεδον ἀπήρχετο τὴν ἑορτὴν τοῦ πάσχα σὺν αὐτοῖς ποιησόμενος. οἱ δὲ ἡγεμόνες τοῦ στρατοῦ ὑπήντησαν αὐτῷ μετὰ τῶν βάνδων ἀπὸ δύο σημείων τοῦ στρατοπέδου. ὁ δὲ Πρίσκος κατὰ τὸ εἰωθὸς οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ταῖς συνήθεσι προσηγορίαις ἐχρήσατο. ἐντεῦθεν αὐτῷ τοῦ μίσους γέγονεν ἔναρξις· ἐπὶ ταῖς κοιναῖς γὰρ ὕβρεσι τὰ πλήθη ἀνιῶνται. μετὰ δὲ τὴν ἑορτὴν τὰ τοῦ βασιλέως σοβαρῶς ἐπεδείκνυ γράμματα. συρρέουσι τοίνυν τὰ πλήθη ἐπὶ τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, τὰ μὲν ξίφη ἐπιφερόμενα, τὰ δὲ λίθους, τὰ δὲ ξύλα. γίνεται τοίνυν περιδεὴς ὁ Πρίσκος καὶ ἐπιβὰς τῷ ἵππῳ φυγῇ ἀπέδρα τὸν κίνδυνον. οἱ δὲ διαρρήξαντες τὸ τούτου σκηνοπήγιον πάντα τὰ αὐτοῦ διήρπασαν. ὁ δὲ καταλαβὼν τὴν Κωνσταντίαν ὑπὸ ἰατρῶν τὰς βολὰς τῶν λίθων καὶ τὰ ἕλκη ἐθεραπεύετο. καὶ ἀποστέλλει τὸν ἐπίσκοπον τῆς πόλεως ἀπολογούμενος τῷ στρατοπέδῳ, ὑπισχνούμενος πείθειν τὸν αὐτοκράτορα μηδὲν αὐτοῖς ἀποστερεῖν τῶν εἰωθότων παρασχέσθαι. ὁ δὲ στρατὸς τὸν ἐπίσκοπον μετὰ ὕβρεως ἀπεπέμπετο τόν τε Γερμανὸν ἄκοντα στρατηγὸν ἀνηγόρευσαν ἐπὶ ἀσπίδος ὑψώσαντες, τούς τε βασιλικοὺς ἀνδριάντας κατέστρεψαν καὶ τὰς τούτου εἰκόνας ἠφάνισαν· καὶ ἐπὶ τυραννίδα χωρεῖν ἤμελλον καὶ τὰς πόλεις σκυλεύειν, εἰ μὴ ὁ Γερμανὸς τοῦτο πολλῇ νουθεσίᾳ καὶ παραινέσει τούτους ἐκώλυσεν. ὁ δὲ Πρίσκος ταῦτα τῷ βασιλεῖ κατάδηλα πεποίηκεν. καὶ ὁ βασιλεὺς τὸν Φιλιππικὸν πάλιν στρατηγὸν τῆς ἀνατολῆς πεποίηκεν· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ὑπέστρε261 ψεν. ὁ δὲ στρατὸς ὅρκοις κατησφαλίζετο μηδαμῶς ὑπὸ Μαυρικίου βασιλεύεσθαι. οἱ δὲ βάρβαροι ταῖς Ῥωμαϊκαῖς συμφοραῖς ἐνετρύφων. ὁ δὲ αὐτοκράτωρ Ἀριστόβουλον, τὸν κουράτορα τῶν βασιλικῶν οἴκων, πρὸς τὸν στρατὸν ἀπέστειλεν, ὅπως ὅρκοις καὶ δώροις διαλύσῃ τὴν τυραννίδα· ὃ καὶ πεποίηκεν. τῆς δὲ τυραννίδος ἀποσπασθείσης, γίνεται Περσῶν καὶ Ῥωμαίων κατὰ τὴν Μαρτυρόπολιν πόλεμος μέγιστος. τῶν δὲ Ῥωμαίων δυνάμει καὶ στρατηγίᾳ καταπολεμησάντων τοὺς Πέρσας, ἀναιρεῖται ὁ τῶν Περσῶν στρατηγὸς Μαρουζᾶς. συλλαμβάνονται δὲ καὶ ζῶντες τρισχίλιοι καὶ οἱ τῶν Περσικῶν ταγμάτων ταξίαρχοι· χίλιοι δὲ μόνοι τὸν ἀριθμὸν διεσώθησαν, οἳ καὶ μετὰ κινδύνων ἐπὶ τὴν Περσίδα ἀνέστρεψαν. οἱ δὲ Ῥωμαῖοι ἐκπέμπουσι πρὸς τὸν αὐτοκράτορα ἐκ τῶν Περσικῶν λαφύρων πολλὰ καὶ τοὺς ζωγρηθέντας ἅπαντας σὺν τοῖς βάνδοις. ὁ δὲ Μαυρίκιος ἔκτισε τὸν Καριανὸν ἔμβολον ἐν Βλαχέρναις ὑπογράψας ἐν αὐτῷ διὰ ζωγράφων τὰς ἑαυτοῦ πράξεις ἐκ παιδόθεν μέχρι τῆς αὐτοῦ βασιλείας· καὶ ἀνεπλήρωσε καὶ τὸ ἐν αὐτῷ δημόσιον λουτρόν. Κόσμου ἔτη ϛπʹ. Τῆς θείας σαρκώσεως ἔτη φπʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ϛʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, οἱ Λογγίβαρδοι πόλεμον κατὰ Ῥωμαίων ἤραντο, καὶ τὰ τῶν Μαυρουσίων ἔθνη κατὰ τὴν Ἀφρικὴν μεγάλας ταραχὰς ἐποιήσαντο. ἐν δὲ τῇ Περσίδι φυλακὴ ὑπάρχει λεγομένη Λήθη, καὶ πολλοὺς ὁ τῶν Περσῶν βασιλεὺς ἀπὸ