125
προχειρισάμενος· τοῦτο γὰρ εἴθισται ῾Ρωμαίοις τε καὶ Πέρσαις ποιεῖν, ὁπη-8.15.3 νίκα τῆς βασιλείου ἐπιβῶσι δυνάμεως. ὁ μὲν Λίλιος βασιλικὰ δῶρα ἐπιφερόμενος ἐς τὸ ∆αρὰς παραγίνεται. τοῦτον ὁ Γερ-μανὸς (ἀνὴρ δ' οὗτος τῇ τῶν ὑπάτων ἀξίᾳ κοσμούμενος τήν τε τοῦ συντεταγμένου αὐτόθι στρατοπέδου λαχὼν ἐπι-8.15.4 μέλειαν) περιφανῶς λίαν εἰσεδέξατο· πρό τινος γὰρ βραχέος τῆς τυραννίδος καιροῦ, Χοσρόου τοῦ Περσῶν βασιλέως ἀπεχθανομένου τῷ πολεμάρχῳ Ναρσῇ, ὁ αὐτοκράτωρ Μαυρίκιος ἀποπαύει τῆς περιφρουρᾶς τοῦ ∆αρὰς τὸν ἡγεμόνα Ναρσῆν, καὶ Γερμανὸν ἀντανίστησιν, ἐντεῦθεν ὁ Μαυρίκιος ἐθέλων 8.15.5 κατευνάσαι τὴν Βαβυλώνιον χαλεπότητα. ἱππαζομένων τοι-γαροῦν καὶ ξυνωρίδα πεποιημένων Γερμανοῦ καὶ Λιλίου, στρατιώτης ἀνὴρ πλήττει τῷ ξίφει ὑπὸ τρίτην ἕω τὸν Γερ- 8.15.6 μανὸν ἱππαζόμενον. ὁ μὲν οὖν Γερμανὸς ἀποβὰς τοῦ ἵππου φοράδην οἴκαδε παραγίνεται· ἐπεὶ δ' οὐκ ἐν καιρίῳ τὰ περὶ τὴν καταφορὰν εὐδοκίμησεν, ὀλίγαις ἡμέραις ὁ Γερμανὸς ἀκέσατο τὴν πληγήν. ὑπὸ τοίνυν φαρμάκων βελτιωθείς, ἑστιάσας τὸν Λίλιον λίαν ἐπισήμως πρὸς Χοσρόην παρέπεμψεν. 8.15.7 ὁ μὲν οὖν Χοσρόης ὑπόθεσιν πολέμου τὴν τυραννίδα πρα-γματευσάμενος τὴν κοσμοφθόρον ἐκείνην ἐστράτευσε σάλπιγγα· αὕτη γὰρ λυτήριος γέγονε τῆς ῾Ρωμαίων τε καὶ Περσῶν εὐπραγίας. ἐδόκει γὰρ κατειρωνευόμενος ὁ Χοσρόης ἀντέ-χεσθαι τῆς ὁσίας Μαυρικίου τοῦ αὐτοκράτορος μνήμης. οὕτω μὲν οὖν ὁ Περσικὸς πόλεμος τὴν γένεσιν ἐκληρώσατο, ὁ δὲ Λίλιος διετέλει παρὰ τοῖς Πέρσαις σκληραγωγούμενος. 8.15.8 Κατὰ ταύτας τὰς ἡμέρας εἰς τὴν οἰκουμένην πλάνη εἰσήρρησεν, καὶ Θεοδόσιον οἱ ῾Ρωμαῖοι μὴ τεθνηκέναι ἐδό-ξαζον. καὶ γίνεται τοῦτο καίριον μεγίστων κακῶν, καὶ φόνων εὐθηνίαν ἡ ψευδὴς αὕτη ὑπόθεσις πραγματεύεται. τοῦ δὲ λόγου αὐξανομένου πρὸς τὰ βασίλεια, ταράττεται λίαν ὁ 8.15. τύραννος καὶ τὸν ᾿Αλέξανδρον ξίφει διέφθειρεν. ἔδει γὰρ τοὺς συνεργάτας τῆς τυραννίδος τὸν Φωκᾶν διαφθεῖραι καὶ τοὺς ἐπὶ τῷ κακῷ συμμαχήσαντας ἐξαισίοις παραπέμψαι ὀλέ-θροις· οὐκ οἶδε γὰρ κοινοπραγία κακοῦ τὴν φιλίαν τῶν συμπεφρονηκότων βεβαίαν ἱδρύσασθαι.