1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

126

«Oὐ δεῖ κακολογεῖν θεούς» ἐπήγαγες πρὸς <τοῦτο> τὸ δεῖξαι ὅτι εἷς ἐστιν ὁ πεποιηκώς, ὅτι οἱ μὴ πεποιηκότες ἀπολέσθαι ἔχουσιν. πρὸς δὲ τὸ εἰπεῖν με ὅτι δεῖ θεοὺς λέγειν, καθὸ καὶ αἱ γραφαὶ αὐτοὺς λέγουσιν, καὶ πρὸς τοῦτο ἔδειξας ὅτι μὴ δεῖ αὐτῶν ὀνόματα φθέγγεσθαι, τῷ τὴν αὐτὴν γραφὴν εἰπεῖν ὀνόματα θεῶν ἑτέρων μὴ φθέγγεσθαι. ἐπεὶ οὖν αὐταὶ αἱ γραφαὶ πολλοὺς λέ- γουσιν εἶναι θεοὺς καὶ ἄλλοτε ἕνα μόνον εἶναι-καὶ ὁτὲ μὲν μὴ κακολογεῖσθαι, ὁτὲ δὲ κακολογεῖσθαι-, πρὸς τοῦτο τί δεῖ λογίσασθαι ἢ ὅτι αὐταὶ ἡμᾶς αἱ γραφαὶ πλανῶσιν; καὶ ὁ Πέτρος ἔφη· Oὐ πλανῶσιν, ἀλλ' ἐλέγχου- σιν καὶ εἰς φανερὸν ἄγουσιν τὴν ἐν ἑκάστῳ κατὰ τοῦ θεοῦ ἐνδομυχοῦσαν ὥσπερ ὄφεως κακὴν προαίρεσιν. πολλοῖς γὰρ καὶ διαφόροις τύποις ἐοικυῖαι πρόκεινται. ἕκαστος οὖν κηρῷ ἐοικυῖαν τὴν αὑτοῦ προαίρεσιν ἔχων, περιβλεψάμενος αὐτὰς καὶ πάντα εὑρὼν ἐν αὐταῖς, ὁποῖον θεὸν εἶναι θέλει, τήν (ὡς ἔφην) κηρῷ ἐοικυῖαν προαίρεσιν ἐπιβαλὼν ἀπο- μάσσεται. ἐπεὶ οὖν ὅτι ἂν βούληταί τις περὶ θεοῦ φρονεῖν, ἐν αὐταῖς εὑρίσκει, τούτου χάριν ὁ μὲν πολλῶν θεῶν ἰδέας ἀπομάσσεται ἀπ' αὐτῶν, καὶ ἡμεῖς τὴν τοῦ ὄντως <ὄντος> ἀπεμαξάμεθα ἰδέαν, ἐκ τῆς ἡμετέ- ρας μορφῆς τὸν ἀληθῆ ἐπιγνόντες τύπον. ἀλλὰ καὶ ἡ ἔνδοθεν ἡμῶν ψυχὴ τὴν αὐτοῦ εἰκόνα πρὸς ἀθανασίαν ἠμφίεσται. ταύτης τὸν γεννήτορα ἐὰν καταλίπω, δικαίᾳ κρίσει καὶ αὐτή με καταλιπεῖν ἔχει (αὐτῷ τῷ τολμήματι γνωρίσασα ἄδικον) καὶ ὡς ἀπὸ δικαίου δικαίως καταλείψει με, καὶ οὕτως τὴν ψυχὴν μετὰ κόλασιν, τῆς ἀπ' αὐτῆς ἀπολειφθείσης βοηθείας, φθαρήσομαι. εἰ δὲ ἔστιν ἕτερος, πρῶτον ἐνδυσάτω ἑτέραν ἰδέαν, ἑτέραν μορφήν, ἵνα διὰ τῆς τοῦ σώματος καινῆς μορφῆς τὸν και- νὸν ἐπιγνῶ θεόν. εἰ δὲ καὶ τὴν μορφὴν ἀλλάξει, μήτι καὶ τῆς ψυχῆς τὴν οὐσίαν; εἰ δὲ καὶ ἀλλάξει, οὐκέτι ἐγώ εἰμι, ἄλλος γενόμενος καὶ μορφῇ καὶ οὐσίᾳ. ἄλλους οὖν πλαττέτω, εἰ ἄλλος ἐστίν. οὐκ ἔστιν δέ. εἰ δὲ ἦν, ἔπλασεν ἄν. ἐπεὶ οὖν οὐκ ἔπλασεν, ὡς οὐκ ὢν τὸν ὄντα τῷ ὄντι καταλιπέτω. οὐδεὶς γὰρ ἔστιν ἢ μόνῃ γνώμῃ Σίμωνος. ἐγὼ ἄλλον θεὸν οὐ παραδέχομαι πλὴν τὸν κτίσαντά με μόνον. καὶ ὁ Σίμων· Ἐπεὶ πυκνότερόν σε ὁρῶ τὸν λόγον ποιούμενον ὑπὲρ τοῦ πλά- σαντός σε θεοῦ, μάθε παρ' ἐμοῦ πῶς καὶ εἰς αὐτὸν ἀσεβεῖς. οἱ πλάσαντες δύο φαίνονται ὡς ἡ γραφὴ λέγει· «Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄν- θρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν». τὸ «ποιήσωμεν» δύο σημαίνει ἢ πλείονας, πλὴν οὐχ ἕνα. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Eἷς ἐστιν ὁ τῇ αὐτοῦ σοφίᾳ εἰπών· «Ποιήσωμεν ἄνθρωπον». ἡ δὲ σοφία, ᾗ ὥσπερ ἰδίῳ πνεύματι αὐτὸς ἀεὶ συνέχαιρεν, ἥνωται μὲν ὡς ψυχὴ τῷ θεῷ, ἐκτείνεται δὲ ἀπ' αὐτοῦ ὡς χείρ, δημιουργοῦσα τὸ πᾶν. διὰ τοῦτο δὲ καὶ εἷς ἄνθρωπος ἐγένετο, ἀπ' αὐτοῦ δὲ προῆλθεν καὶ τὸ θῆλυ. καὶ μονὰς οὖσα τῷ γένει δυάς ἐστιν. κατὰ γὰρ ἔκτασιν καὶ συστολὴν ἡ μονὰς δυὰς εἶναι νομίζεται. ὥστε ἑνὶ θεῷ ὡς γονεῦσιν ὀρθῶς ποιῶ τὴν πᾶσαν προσ- αναφέρων τιμήν. καὶ ὁ Σίμων ἔφη· Τί δέ; εἰ καὶ αἱ γραφαὶ ἑτέρους θεοὺς λέγουσιν, οὐ παραδέξει; Καὶ ὁ Πέτρος ἀπεκρίνατο· Eἴτε αἱ γραφαὶ εἴτε προφῆται θεοὺς λέγουσιν, εἰς πειρασμὸν τῶν ἀκουόντων λέγουσιν. οὕτω γὰρ γέγραπται· «Ἐὰν ἀναστῇ