126
αὐτοῖς τὰ τοιαῦτα ἀσεβεῖν. Θεοῦ γὰρ γνώμῃ ἀνδρὸς καὶ γυναικὸς συνέλευσις γίνεται ἡ μετὰ δικαιοσύνης· ὁ ποιήσας γὰρ ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· «Aὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.» Eἰ τοίνυν Θεοῦ βουλήσει παραλλαγὴ σχημάτων γέγονεν πρὸς γένεσιν πλήθους, ἄρα κατὰ τὴν αὐτοῦ γνώμην καὶ ἡ συνέλευσις τοῦ ἄρρενος πρὸς τὸ θῆλυ, οὐκέτι δὲ καὶ ἡ παρὰ φύσιν βδελυκτὴ μῖξις ἢ ἡ παράνομος πρᾶξις, ἐχθρὰ Θεοῦ ὑπάρχουσα. Καὶ γὰρ παρὰ φύσιν ἐστὶν ἡ Σοδομιτῶν ἁμαρτία καὶ ἡ πρὸς ἄλογα, παράνομον δὲ μοιχεία καὶ πορνεία, ὧν δὴ τὰ μὲν ἀσεβήματα, τὰ δὲ ἀδικία καὶ τὸ τελευταῖον ἁμαρτήματα, οὐδέτερον δὲ αὐτῶν ἀτιμώρητον κατὰ τὴν οἰκείαν διάθεσιν. Oἵ τε γὰρ πρῶτοι διάλυσιν κόσμου μηχανῶνται, τὰ κατὰ φύσιν παρὰ φύσιν ἐπιχειροῦντες ποιεῖν· οἱ δὲ δεύτεροι οἱ μὲν ἀδικοῦσιν ἀλλοτρίους γάμους φθείροντες καὶ τὸ ὑπὸ Θεοῦ γενόμενον ἓν διαιροῦσιν εἰς δύο τούς τε παῖδας ὑπόπτους καὶ τὸν φυσικὸν ἄνδρα εὐεπιβούλευτον, ἥ τε πορνεία φθορὰ τῆς οἰκείας σαρκός ἐστί, οὐκ ἐπὶ παιδοποιΐᾳ γινομένη, ἀλλ' ἡδονῇ χαριζομένη τὸ πᾶν, ὅπερ ἐστὶν ἀκρασίας σύμβολον, ἀλλ' οὐκ ἀρετῆς σημεῖον. Ἀπηγόρευται δὲ τοῖς νόμοις ἅπαντα ταῦτα. Φησὶν γὰρ τὰ λόγια οὕτως· «Oὐ κοιμηθήσῃ μετὰ ἄρρενος κοίτην γυναικείαν, ἐπικατάρατος γὰρ ὁ τοιοῦτος καὶ λίθοις λιθο βολήσατε αὐτούς, βδέλυγμα ἐποίησαν· πάντα κοιμώμενον μετὰ κτήνους, ἀποκτείνατε αὐτόν, ἀνομίαν ἐποίησεν ἐν τῷ λαῷ· καὶ ἐάν τις γυναῖκα ὕπανδρον μιάνῃ, ἀποκτείνατε ἀμφοτέρους, ἀνομίαν ἐποίησαν, ἔνοχοί εἰσιν, ἀποθανέτω σαν.» Καὶ ἑξῆς· «Oὐκ ἔσται πορνεύων ἐν υἱοῖς Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύουσα ἀπὸ θυγατέρων Ἰσραήλ· οὐ προσοίσεις μίσθωμα πόρνης κυρίῳ τῷ Θεῷ σου ἐπὶ τὸ θυσιαστήριον οὔτε ἄλλαγμα κυνός· οὐ γὰρ ἁγναί, φησίν, εὐχαὶ ἐκ μισθώματος ἑταίρας.» Ταῦτα μὲν ἀπηγόρευσαν οἱ νόμοι, τὸν δὲ γάμον ἐσέμνυναν, εὐλογημένον αὐτὸν ἀποκαλέσαντες, ἐπειδὴ καὶ εὐλόγησεν αὐτὸν ὁ Θεὸς ὁ συζεύξας τὸ θῆλυ τῷ ἄρρενι. Λέγει δέ που καὶ ὁ σοφὸς Σολομών· «Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί.» Καὶ ὁ ∆αυὶδ λέγει· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου, οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου· ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.» Oὐκοῦν ὁ γάμος τίμιος καὶ σεμνὸς καὶ ἡ τῶν παίδων γένεσις καθαρά· οὐδὲν γὰρ κακὸν ἐν τῷ καλῷ ὑπάρχει.