Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τίς οὖν αὐτὸν ἐγερεῖ; φησί. Ὅμοιον ὡς εἰ λέγοι, κατεκλίθη μὲν ἑκὼν, πλὴν οὐ τῆς παρ' ἑτέρου δεήσεται συνεργίας εἰς ἀνάστασιν. Παναλκὴς γὰρ αὐτὸς ὡς δύναμις τοῦ Πατρός· καὶ οὐκ ἀνικάνως ἔχων, εἴς γε τὸ δύνασθαι, καὶ μάλα ῥᾳδίως, τὸν ἑαυτοῦ ζωοποιῆσαι ναόν. Τοῦτό τοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις 69.356 ἐγερῶ αὐτόν. Ὅτι τοίνυν οὐδεὶς ἂν γένοιτο πρὸς τοῦτο αὐτῷ συνεργὸς, ἀρκέσει δὲ μόνος αὐτὸς ὡς ἰσχὺς τοῦ γεγεννηκότος, ὑποδηλώσειεν ἂν οὐκ ἀσυμφανῶς ὁ λόγος. Ἀλλὰ τίς δὴ ἄρα καὶ ὁ τῆς ἐπιδημίας ἔσται καιρὸς, ἐμφανίζει λέγων· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἦρχον μὲν γὰρ Ἰουδαῖοι, καὶ ἐξ αἵματος Ἰσραὴλ ἦσαν οἱ παρ' αὐτοῖς ἡγούμενοι· μέχρις ἂν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς, Παλαιστινὸς ὢν, τετράρχης ὠνόμασται, καὶ μετεποιήσατο τῆς ἀρχῆς· ἐφ' οὗ καὶ αὐτὸς γεγέννηται Χριστὸς, ἡ τῶν ἐθνῶν προσδοκία. Ὅτι γὰρ σέσωσται ἡ τῶν ἐθνῶν πληθὺς γεννηθέντος αὐτοῦ, μακρῶν οὐ δεήσει πρὸς ἀπόδειξιν λόγων, αὐτοῦ διακεκραγότος τοῦ πράγματος. Πλὴν ὅτι προεισέφρησε μὲν διὰ πίστεως ὁ ἐξ ἐθνῶν ἀρτιγενής τε καὶ νέος λαὸς, εἰσκληθήσεται δὲ μετ' αὐτὸν καὶ ὁ Ἰσραὴλ, ἐδίδαξε λέγων εὐθύς· ∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. Προσέδησε γὰρ ὥσπερ ἑαυτῷ διὰ πίστεως, ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστὸς, τὸν ἐξ ἐθνῶν λαὸν, ὃν τῷ πώλῳ παρεικάζει. Προσέδησε δὲ ὅτι τῇ ἕλικι τῆς ἀμπέλου, τουτέστιν, ἀγάπῃ τῇ παρ' ἑαυτοῦ, τὸν πῶλον τῆς ὄνου αὐτοῦ, φημὶ δὴ τὸν ἐκ τῆς ἀρχαιοτέρας τῆς Ἰουδαίων μητρὸς, ἤτοι τῆς Συναγωγῆς πεπιστευκότα λαὸν, πῶς ἂν ἐνδοιάσειέ τις, ἀπάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς λαλούσης ἡμῖν τὸ μυστήριον; Ὅτι δὲ ἔμελλεν αἵματι τῷ ἰδίῳ τὴν ἑαυτοῦ καταφοινίξαι σάρκα, προσηλούμενος τῷ ξύλῳ, καὶ τῇ λόγχῃ διανενυγμένος, ἐνέφηνεν, εἰπών· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ διηγούμενος, τοὺς ἁγίους ἔφησεν ἀγγέλους εἰπεῖν, ἤτοι τὰς ἄνω δυνάμεις· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐρύθρημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ. Καὶ πάλιν· Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ. Ὅτι δὲ κἂν εἰ γέγονεν ἐν νεκροῖς, κἂν εἰ τὰς τῶν Ἰουδαίων παροινίας ἀνέτλη, ῥαπίσματα καὶ ὀνειδισμοὺς, οὐ πολὺς αὐτῷ τῶν τοιούτων ὁ λόγος, πεπονθότι δι' ἡμᾶς, καὶ ἀνασώσαντι τὴν ὑπ' οὐρανόν· ἔστι δὲ μᾶλλον ἐν ταῖς αὐτῷ φιλαιτάταις ἀεὶ καὶ συνήθεσιν εὐθυμίαις, παραδείξειεν ἂν εἰπών· Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου. Νοηθείη γὰρ ἂν ἐν τούτοις, καθάπερ ἐγὼ οἶμαι, τὸ οἱονεὶ φιλομειδὲς, καὶ τὸ ἀεί πως εὔθυμόν τε καὶ ἱλαρὸν τῆς θεότητος αὐτοῦ. Ἱλαρὸς γάρ πως ἀεὶ τοῖς πεπωκόσιν ὁ νοῦς, καὶ τῶν καταλυπεῖν εἰωθότων ὅτι μάλιστα καταφρονητής. Ἐπειδὴ δὲ ἐξ ὀδόντων ὥσπερ πρόεισιν ὁ λόγος, λευκοὺς εἶναι καὶ αὐτούς φησι, ὡς καθαρόν τε καὶ ἔκλευκον τὸν ἀπὸ γλώττης ἱέντας λόγον. Ἁμαρτοεπὴς γὰρ οὐδαμῶς, εὐθυρήμων δὲ μᾶλλον καὶ ἀληθὴς ὁ Χριστός· καὶ πᾶν, εἴ τι φθέγξαιτο, τοῦτό ἐστιν ἁγιοπρεπὲς, καὶ τεθαυμασμένον, καὶ πλείστην ὅσην ἐμποιοῦν τοῖς· ἀκροωμένοις τὴν εἰς ψυχήν τε καὶ νοῦν λαμπρότητα. Περὶ τοῦ Ζαβουλών. Ζαβουλὼν παράλιος, κατοικήσει καὶ αὐτὸς παρ' ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. Φθάσαν 69.357 τες ἤδη προείπομεν, ὅτι τὸν τῆς προκειμένης ἡμῖν προφητείας βασανίζοντες λόγον, καὶ ὅπως ἂν ἔχοι καὶ διαπεραίνοιτο καλῶς, καταθρεῖν σπουδάζοντες, τοῦτο μὲν ὡς ἐξ ὁμοιότητος τῶν ἤδη προειργασμένων πεποιῆσθαί φαμεν, τοῦτο δὲ καὶ ἐξ αὐτῆς εὖ μάλα τῆς τῶν ὀνομάτων ἑρμηνείας, μονονουχὶ πλαστουργούμενον, καὶ τὴν τῶν ἐσομένων ἰδέαν προαναφαίνοντα διαδείξειεν ἂν, οἶμαι, τὶς νοῦν ἔχων. Ὃ δὴ μάλιστα κατιδεῖν ἐξέσται πάλιν ἐπί τε τοῦ Ζαβουλὼν, καὶ τῶν ἐφεξῆς. ∆ιερμηνεύεται γὰρ εὐοδία τε καὶ εὐλογία παρά γε τοῖς τὰ τοιαῦτα διατρανοῦν εὖ μάλα κατειθισμένοις. Εὐλογημένους δὴ οὖν τινας ἄρα τῶν ἐξ Ἰσραὴλ εὑρήσομεν, καὶ