126
συμβεβηκός, πάντων δὲ ἐφ' ἕνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων, οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης 6.6.47 χώραν ἕξει λόγος. γένοιτο δ' ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγή, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν, οὔτ' ἐν σώμασιν οὔτ' ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ' ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν βαδίζουσα τὴν εὐθεῖαν ὁδεύει, ἀλλ' ὅτε τῆς βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα 6.6.48 κυρία. ἐπειδὴ τοῦτο γέρας ἐξαίρετον παρὰ θεοῦ λαβοῦσα ἐλευθέρα καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κριτήριον εἰς ἑαυτὴν ἀναδεδεγμένη· νόμος δὲ θεῖος αὐτῇ συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φωστῆρος δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων· «Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ ἀριστερά», βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν 6.6.49 λόγον πορείαν εἶναι διδάσκων. τοῦτον γὰρ ἁπάσῃ ψυχῇ φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο, διὰ μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδόν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθερίας τὴν τῶν κρειττόνων αἵρεσιν ἐπαίνου καὶ ἀποδοχῆς ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις, ὅτι μὴ βεβιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου, παρὸν καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν φαύλως τε ἑαυτῇ κεχρημένην οὐκ ἔκ τινος ἔξωθεν ἀνάγκης, ἀλλ' ἐξ ἐλευθέρας 6.6.50 γνώμης τε καὶ κρίσεως. αἰτία δὴ τοῦ ἑλομένου, θεὸς ἀναίτιος. οὔτε γὰρ φύσιν φαύλην ὁ θεὸς εἰργάσατο οὐδέ γε ψυχῆς οὐσίαν· ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν θέμις· ἀγαθὸν δὲ πᾶν ὅ τι κατὰ φύσιν· ψυχῇ δὲ πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθόν, καὶ τοῦτο ἐπ' 6.6.51 ἀγαθῶν αἱρέσει γεγενημένον. φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον· οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέσεως ὂν ἀλλ' οὐ φύσεως ἔργον· ᾧ γὰρ παρῆν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἵλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοῦ χείρονος μεταποιηθείς, τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου τοῦ τε συμφύτου νόμου σωτῆρος οἷα καὶ ἰατροῦ παραμελή6.6.52 σαντι; ὁ δὴ τούτων ἁπάντων μηδένα λόγον ποιούμενος ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτοπίας μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ' ἐκ τῆς τὰ πάντα κινούσης δυνά6.6.53 μεως, πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν; εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φοράν, ἐλέγχοιτ' ἂν ὢν αὐτόθεν ἄθεος, πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι' αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε τοῖς πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν ὁμολογήσει, οὐδ' οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους, ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, Ἀνάγκην αὐτὴν καὶ Εἱμαρμένην ἀποκαλῶν καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότη6.6.54 τός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων. καὶ τίς ἂν εἴη τούτου δυσσεβὴς ἄλλος, τὸν τῶν ὅλων θεόν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντός, εἰσάγων ἐπάναγκες ἐκβιαζόμενον τόνδε μὲν οὐκ ἐθέλοντα ἀσεβεῖν τοῦτο πράττειν καὶ ἄθεον εἶναι κατ' ἀνάγκην καὶ εἰς ἑαυτὸν βλάσφημον, τόνδε δέ, ὃν αὐτὸς τὴν φύσιν ἄρρενα συνεστήσατο, πάσχειν παρὰ φύσιν τὰ θηλειῶν οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον δὲ πρὸς αὐτοῦ, καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ' ἀνάγκης δὲ