126
καὶ κατέσχε τὴν βασιλείαν Χαλδαίων καὶ Μήδων ἄλλα ἔτη ιζʹ, κατὰ δέ τινας ἔτη ιαʹ, ἀπὸ τοῦ κζʹ ἔτους τῆς βασιλείας αὐτοῦ, ὡς γέγραπται, καὶ ∆αρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν ὢν ἐτῶν ξʹ. Οὗτος τὸν ∆ανιὴλ πρῶτον ἐν μεγιστᾶσι κατέστησε καὶ αὖθις ἐν τῷ λάκκῳ τῶν λεόντων ἐνέβαλεν συσκευασθέντα διὰ φθόνον ὑπὸ τῶν συμ μεγιστάνων αὐτοῦ. Τούτῳ ἡ Ἐσθὴρ ἐζεύχθη διὰ κάλλος ἐκλεχθεῖσα ἐπὶ αὐτοῦ. Τὰ κατὰ τὸν Μαρδοχαῖον καὶ Ἀμὰν καὶ ἡ διὰ τῆς Ἐσθὴρ ἀπολύτρωσις τῶν Ἑβραίων. Ὁ αὐτὸς καὶ Ἀρταξέρξης ἐλέγετο καὶ Ἀστυάγης καὶ ∆αρεῖος Ἀσουήρουκαὶ Ναβόννηδος. Ἐπὶ αὐτοῦ ∆ανιὴλ τὰς διὰ τοῦ Γαβριὴλ ὀπτασίας εἶδεν καὶ τὸν χρόνον τῆς παρουσίας τοῦ κυρίου ἔμαθεν. 277 Ὁ αὐτὸς πάππος ἦν Κύρου, ∆αρεῖος, Ἀσούηρος ὁ καὶ Ἀστυάγης. Κατ' Ἰνδῶν καὶ ἄλλων ἐθνῶν ἑορτάζων ἐπινίκια Οὐασθὴν τὴν ἰδίαν γυναῖκα ὡς ὡραιοτάτην ὀφθῆναι τοῖς συνισταμένοις αὐτῷ μεγιστᾶσιν ἠξίου· τὴν δὲ μὴ βουληθεῖσαν ἠτίμωσε, προστάξας ἐπιλεγῆναι παρθένους ἐκ πάσης αὐτοῦ τῆς ἐξουσίας, ὧν εὑρέθη πασῶν εὐμορφοτάτη Ἔδεσα ἡ καὶ Ἐσθήρ, ἀνεψιὰ Μαρδοχαίου Ἑβραία ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Σεδεκίου. ταύτῃ συνήφθη ∆αρεῖος ὁ καὶ Ἀρταξέρξης. Μαρδοχαῖος δὲ εἷς τῶν σωματοφυλάκων ταχθεὶς τοῦ βασιλέως, ὁράμασι θορυβηθείς, ἐπακροασάμενός τε τῶν βʹ εὐνούχων τῶν φυλασσόντων τὸν βασιλέα βουλομένων ἀνελεῖν αὐτόν, μηνύει τῷ βασιλεῖ. ὧν ἀναιρεθέντων Ἀμὰν ὁ ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως μυρία τάλαντα ὑπέσχετο εἰσοίσειν τῷ βασιλεῖ, εἰ ἀπολέσοι τὸ γένος τῶν Ἑβραίων. Μαρδοχαῖος δὲ διὰ τῆς Ἐσθὴρ τὸν βασιλέα ἔπεισεν ἀναιρεθῆναι τὸν Ἀμάν. Τινὲς μὲν οὖν τὰς οʹ ἑβδομάδας ἀπὸ τοῦδε τοῦ χρόνου βούλονται ἀριθμεῖσθαι, ἕτεροι δέ, ὡς καὶ Ἀφρικανός, ἀπὸ Νεεμίου καὶ τελείας ἀνοικοδομῆς τοῦ ναοῦ καὶ τῆς πόλεως, ἥτις γέγονε κατὰ τὸ κʹ ἔτος Ἀρταξέρξου τοῦ καὶ Μακρόχειρος, ὅπερ ἦν κόσμου εξηʹ. ἕτεροι ἀπὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ τῆς διὰ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδέκ, τῷ βʹ ἔτει ∆αρείου, ἀριθμοῦσι τὰς αὐτὰς οʹ ἑβδομάδας. Τὰ πάντα τῆς βασιλείας ∆αρείου τοῦ Ἀστυάγους ἔτη ληʹ, Μήδων μὲν καʹ, κατὰ δὲ ἄλλους κζʹ, Μήδων δὲ καὶ Χαλδαίων ἔτη ιζʹ, κατὰ δέ τινας ιαʹ. πλὴν εἴτε οὕτως εἴτε οὕτως οὐδὲν τῇ ἀληθείᾳ ἀντίκειται. οἱ γὰρ σπουδάζοντες δεῖξαι τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀπὸ τοῦ ιθʹ ἔτους τοῦ Ναβουχοδονόσωρ καὶ τῆς τελείας ἐρημώσεως οἴκου κυρίου καὶ αἰχμαλω σίας τοῦ ἔθνους ἕως τοῦ βʹ ἔτους ∆αρείου τοῦ Ὑστάσπου, ταῦτα τὰ ἔτη 278 τοῦ Ἀστυάγους ὑπεξαιροῦσιν, ἵνα τὸν ἑβδομηκονταετῆ χρόνον στήσωσιν· ἀλλ' ἡ τῶν κοσμικῶν ἐτῶν παραύξησις ἀντίκειται τοῖς οὕτω δρῶσι συναριθμουμένη τούτοις, ἣν οὐκ ἔστιν ἀφελεῖν. ὁ μέντοι Ἰώσηππος συνηρίθμησεν αὐτά, ὡς καὶ ἀνωτέρω δεδήλωται, νʹ ἔτη, εἰπὼν ἀφανῆ τὸν ναὸν μεῖναι ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ ἕως τοῦ βʹ ἔτους Κύρου τοῦ πρώτου Περσῶν καὶ Μήδων καὶ Ἀσσυρίων καὶ Χαλδαίων Συρίας τε καὶ Λυδῶν βασιλείας κρατήσαντος.
ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Κῦρος Περσῶν καὶ Μήδων Χαλδαίων τε καὶ Ἀσσυρίων,
Συρίας καὶ Λυδῶν. Κύρου πρώτου βασιλέως Περσῶν ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δνβʹ. Κῦρος οὗτος ἅπασαν μικροῦ τὴν Ἀσίαν ὑπέταξε τῇ Περσῶν βασιλείᾳ, ἕως Ἀλεξάνδρου τοῦ Μακεδόνος οὕτω διαρκέσασαν ἔτεσιν ἀπ' αὐτοῦ τοῖς ὅλοις. Κῦρος οὗτος πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τὴν ἐκ τῆς αἰχμαλωσίας ἀνάκλησιν Ἰουδαίοις προσεφώνησεν· ἤδη γὰρ τὸ οʹ ἔτος πεπλήρωτο, καθὼς γέγραπται ἐν τῇ βʹ τῶν Παραλειπομένων. Ἔτους αʹ Κύρου βασιλέως Περσῶν Μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος Ἱερεμίου ἐξήγειρε κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε κηρύξαι ἐπὶ πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων· τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν. πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι κύριος ὁ θεὸς τοῦ 279 οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται ὁ θεὸς αὐτοῦ μετ' αὐτοῦ,