126
προσυπαντᾷν Ῥωμαίοις. τὸ δὲ φεύγειν, ἀνάγκης μὴ παρούσης, μηδ' ἐπὶ μικρὸν λυσιτελεῖν. ἀλλ' ὅσα μὲν περιττὰ καὶ τὴν ἄλλην τῶν στρατιωτῶν ἀποσκευὴν ἐν ἀσφαλείᾳ καθιστᾷν ὅποι ἂν δοκῇ, αὐτὸν δὲ εὐσταλῆ καὶ κούφην ἔχοντα τὴν στρατιὰν, ἐπὶ τῶν αὐτῶν τόπων μένειν. ἐμφανῆ μέντοι μηδαμῶς ποιεῖν τὴν στρατιὰν, ἀλλ' ἐν νάπαις καὶ ταῖς κοιλάσι κατακρύπτειν, ἐπιεικῶς πρὸς τοῦτο ἔχοντος τοῦ τόπου εὐφυῶς. ὥσπερ δέ τινας σκοποὺς ἑκατὸν ἀπολεξάμενον στρατιώτας, ἐπὶ τῶν αὐτῶν ἑστάναι τόπων κελεύειν, οὗ αὐτὸς παρετάττετο τῇ προτεραίᾳ, καὶ εἰ μὲν βασιλεὺς ἐν τῷ στρατοπέδῳ ἡσυχάζοι, καὶ αὐτοὺς ἐνταῦθα κρύπτεσθαι ἄχρις ἂν ἡμῖν ἐμφανὲς καταστῇ πρὸς ὅ, τι τράπηται κἀκεῖνος. ἐὰν δὲ ἡμῖν ἐπίῃ, πρῶτον μὲν οὐ δυνατὸν αὐτοὺς κατὰ πρόσωπον ἐλθεῖν, τὰς δυσχωρίας παραιτουμένους καὶ τὰς ὀχυρότητας τὰς ἐκ τῶν τόπων. ἐμπειρίας γὰρ ἴδιον στρατηγικῆς οὐ μόνον τὴν στρατιὰν διατάττειν κοσμίως, ἀλλὰ καὶ καιρῶν στο 1.358 χάζεσθαι καὶ τόπων, ἐξ ὧν πλεῖστα τούς τε πολεμίους δυνήσονται βλάψαι καὶ τοὺς φίλους ὠφελῆσαι. εἰ δ' ἄρα τοσοῦτον ἐκστήσονται τῶν ὀρθῶς ἐχόντων λογισμῶν, ὥσθ' ἑαυτοὺς θρασέως οὑτωσὶ καὶ παραβόλως ἐπὶ τὰ κρημνὰ τῶν ὀρῶν καὶ τὰς χαράδρας εἰσωθεῖν, τοῦτ' ἂν μάλιστα βουλοίμεθα ἡμεῖς καὶ εὐχῆς ἂν ἔργον ἰδεῖν γεγενημένον εἴη. τὴν νίκην γὰρ ἡμῖν παραδώσουσιν ἀπονητὶ διαφθαρέντες. τοῦτο μὲν οὖν τοιοῦτον ὂν οὐδὲ αὐτοὺς οἰόμεθα ἀγνοῆσαι, πεῖραν ὡς ὁρῶμεν πολεμίων ἔργων ἔχοντας. λείπεται δὴ περιελθόντας τὴν ἄκραν τῶν ὀρῶν, ἐκ θατέρου μέρους προσβαλεῖν ἡμῖν, πεδινοῦ τε ὄντος καὶ ῥᾳδίαν παρέχοντος τὴν ἐπιχείρησιν αὐτοῖς. στοχάζεσθαι δὲ ἔξεστι παντὶ τῷ βουλομένῳ, ὡς ἄχρις ἂν αὐτοῖς ἡ ὁδὸς διανυσθῇ, δυνατὸν ἡμῖν ἔξω τε κινδύνων καὶ φόβου παντὸς ἑαυτοὺς καθιστᾷν πρὸς τὰ καρτερώτατα ἀναχωρήσαντας, καὶ προσέτι προσέσται τὸ μὴ διὰ τὴν ἐκείνων ὀῤῥωδίαν φεύγειν δοκεῖν, ἐν ᾧ μάλιστά ἐστι τὸ αἰσχρὸν, ἀλλ' ἐμπειρίᾳ στρατηγῶν χρωμένους, τὴν ἀσφάλειαν τοῖς οἰκείοις ἐκπορίζειν. οὓς μέντοι ἔφημεν ὥσπερ σκοποὺς ἑστάναι ἑκατὸν, τὸν βασιλέα περιμείναντας ἄχρις ἂν ἐγγὺς γένηται αὐτῶν, τότ' ἤδη καὶ αὐτοὺς ἀσφαλῶς ἀποχωρεῖν, οὐδενὸς ἂν ἐπιθησομένου διὰ τὸ εὐσταλεῖς εἶναι καὶ κούφους καὶ ἵπποις χρῆσθαι ἀγαθοῖς. Τοιαῦτα τῶν βαρβάρων βουλευσαμένων, Ὀρχάνης τε ἐπείθετο καὶ οἱ ἄλλοι, καὶ ἐδέδοκτο μένειν ὡς ἐς τὴν ὑστεραίαν τὰ βεβουλευμένα ἐκτελέσοντας. εἰς δὲ τὸ Ῥωμαίων στρατόπεδον 1.359 διῄει φήμη, ὡς βασιλεὺς ἀπὸ τοῦ τραύματος πονήρως ἔχει, καιρίως πληγείς. ὅσοι δὲ ἦσαν ἔτι καὶ τῷ πρεσβυτέρῳ βασιλεῖ προσκείμενοι τὰς γνώμας, διεφήμισαν ὡς τεθνηξόμενον ὅσον οὐδέπω βασιλέα· εἴτε δὲ καὶ ἀληθῶς οὕτως ἔχειν οἰηθέντες, εἴτε καὶ πρὸς ἔχθραν τὰ τοιαῦτα διεθρύλλησαν, ἐν ἀδήλῳ κατελείφθη, τοῦ βασιλέως ὕστερον διὰ τὸ μὴ δοκεῖν τῆς εἰς τὸν πάππον ἕνεκα εὐνοίας ἀμύνεσθαι αὐτοὺς ἀβασάνιστον καταλιπόντος τὸ τοιοῦτον. τέως οὖν διεθρυλλήθη παρ' αὐτῶν, καὶ τοῖς ἐκ Βυζαντίου στρατιώταις συνεβούλευον, τοῦ στρατοπέδου πρὸς τὰς παρακειμένας τῆς Βιθυνίας ἀναχωρεῖν πόλεις, ὡς εἴ τι συμβαίη περὶ βασιλέα πάντων αὐτῶν ὑπὸ Περσῶν διαφθαρησομένων. ἔνιοι δὲ αὐτῶν καὶ πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες, οἷα δὴ εὖνοι, συνεβούλευον ἀπαγαγεῖν τὴν στρατιὰν πρὸς τὰς πλησίον πόλεις ὡς ἤδη τεταραγμένην ὑπὸ τῆς φήμης καὶ ὅσον οὔπω καὶ ἀταξίᾳ χρησομένην. ὁ δὲ ἀνένευέ τε πρὸς τὸν λόγον καὶ μὴ λυσιτελοῦντα ἔφασκε βουλεύεσθαι αὐτούς· ὡς δὲ οὐκ ἔπειθον πολλὰ δεόμενοι, καὶ βασιλεῖ κοινοῦσθαι τὴν γνώμην ὑπετίθεντο, ὡς ὅ, τι ἂν αὐτῷ δοκοίη πραχθησομένου. τοῦτο μὲν δὴ ἔπειθον οἰόμενον καὶ αὐτὸν ἀναγκαῖον τὰ γινόμενα γνωρίσαι βασιλεῖ. καὶ δὴ πρὸς βασιλέα ἀπελθὼν, ἀπήγγειλεν ὅσα οἱ ἐν τέλει εἶπον περὶ τοῦ λυσιτελεῖν δοκοῦντος. βασιλεὺς δὲ ἀσυμφορώτατόν τε ἡγεῖτο καὶ ἐδυσχέραινεν οὐ μετρίως, ἐκέλευέ τε ὅτι τάχιστα πρὸς τοῦ στρατοπέδου τὴν εἰσβολὴν ἐλθόντα, κατέχειν τὴν στρατιὰν καὶ μηδαμῶς ἀτακτεῖν ἐᾷν, ὡς ἄνευ πολεμίων αὐτοὺς ἐφ' ἑαυτοὺς διαφθαρη 1.360 σομένους. τοῦτο μὲν οὖν ᾗ