126
πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ πολλὰ συλήσας εἰς ̓Αντιόχειαν ἐπανέξευζε. Μετὰ δὲ δύο ετη αυθις εἰς ̔Ιεροσόλυμα ἀνέβη ̓Αντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελόμενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ' αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει ακραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν. ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπ' αὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ 1.317 περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. οτε καὶ ̓Ελεάζαρ ὁ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἱ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. οἱ μὲν ουν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, οσοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον η ετι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας, ους περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ ει που βίβλος εὑρέθη τῆς ̔Εβραϊκῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς εχοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν ̓Ιουδαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνόμαζον ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παρ' αὐτοῖς ἱερὸν ̔Ελληνίου ∆ιὸς προσηγόρευσαν. Ην δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς ̓Ιωάννου τοῦ Συμεὼν τοῦ ̓Ασαμωναίου, ῳ ησαν υἱοὶ πέντε, ̓Ιωάννης ὁ καλούμενος Γαδδής, Σίμων ὁ κληθεὶς Θαθής, ̓Ιούδας ὁ καλούμενος Μακκαβαῖος, ̓Ελεάζαρ ὁ λεγόμενος Αυραν, καὶ ̓Ιωνάθας ὁ κεκλημένος ̓Αφφούς. ἐλθόντων ουν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθ' Ελληνας τὸν Ματταθίαν πρῶτον ὡς τῶν αλλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δ' ετερος εθυσεν, ζήλου πλησθεὶς ὁ Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε ἀπέκτεινε καὶ τὸν στρατηγὸν ̓Απελλῆν, ος θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν ἐξώρμησεν εἰς τὴν ερημον. πολλοὶ δὲ καὶ αλλοι τούτους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων εφυγον εἰς τὴν ερημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ 1.318 τοῦ ̓Αντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνομένους διὰ τὸ τῆς ἡμέρας ἀργόν· οἱ δὲ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο. ὁ δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ινα μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν ουν δύναμιν ὁ Ματταθίας τούς τε βωμοὺς καθεῖλε καὶ τοὺς ἀσεβήσαντας εκτεινε καὶ τοὺς μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνεσθαι. αρξας δὲ ἐπ' ἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νόμων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε. Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ ̓Ιούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ αλλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. ̓Απολλώνιος δὲ ὁ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ ̓Ιούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῷ. απερ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ' ὑπ' αὐτὸν εφυγον· ἐπιδιώξας δὲ ὁ ̓Ιούδας πολλοὺς αὐτῶν εκτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς ὁ ̓Αντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν ̓Ιουδαίαν ἐκέλευσε καὶ τὸ εθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν ̔Ιερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς επεμψε μετὰ βαρείας δυνάμεως. ̓Ιούδας δὲ τὸ πλῆ1.319 θος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς 1.319 ἐλπίδας παρῄνει τοῖς μετ' αὐτοῦ. καὶ δειπνήσας ἑσπέρας πυρά τε