126
καὶ τὸ διλόγους. ∆ιαφορώτεροσ. βελτίων. καὶ ὁ ̓Απόστολος· νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, *οσῳ κρείττονός ἐστι διαθήκης μεσίτης.* (Θηλυκόν.) ∆ιαδικασία. οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλ' ἐν αις περὶ τινὸς ἀμφισβήτησίς ἐστι. ∆ιασία. ἑορτὴ ἐπιτελουμένη ἐν ̓Αθήναις τῷ ∆ιΐ. παρὰ τὸ τὰς ασας, τὰς ἀνίας, οιον· μή μιν εδουσιν ασαι. delta.511 καὶ ἀσόμενος μετοχή. διασία ουν ἡ ἐπιτρέπουσα τὰς ασας. ∆ιαλεκτική. ἡ ἀποδεικτικὴ, ἡ ἐπιστήμη ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων. ἡ μέθοδος δι' ἐνδόξων. η τέχνη λόγων, δι' ης ἀνασκευάζομέν τι, η κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τῶν προδιαλεγομένων. διαλεκτικὴ δὲ ἀπὸ τοῦ διαλέγεσθαι, οτι διάλογος ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως σύγκειται. ∆ιάλεξιν. ἐμπειρία λόγων, ητοι τὰ νοηθέντα φράζειν. ∆ιάλεξις διαλέκτου διαφέρει. διάλεκτός ἐστι φωνῆς χαρακτὴρ ἐθνικὸς, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον καὶ ἀγροικότερον. η διάλεκτός ἐστι, καθ' ην εκαστος ανθρωπος διαλέγουσι πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν, η ἀπὸ τοῦ διαλεχθῆναι καὶ διακεκρίσθαι ἀπὸ τῶν αλλων· ἑκάστη γὰρ αὐτῶν διακέκριται ἑτέρας ἀπὸ τοῦ διαλέχθαι καὶ ἐξειλέχθαι ὡς κρατιστεύουσα. ∆ιαλογή. διάλεξις, ὁμιλία. ∆αβίδ· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. ∆ιάληψισ. ἐνθύμησις. ∆ιαυλία. οταν δύο ᾳδουσι. ∆ιαύλεια δὲ, χώρα, δίφθογγος, ητις ἐστὶ καὶ ἐπισκοπή. ∆ιακόρησισ. ἡ φθορὰ τῶν παρθένων. ∆ιαθήκη. διττῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόντων, διατάξεως καὶ ἐνταλμάτων χαρακτῆρα delta.512 φέρουσα· ἡ δὲ συνθηκῶν ἐπὶ διαλογῇ πολεμίων, συνωμοσίαν εχουσα. ∆ιάθεσισ. ἡ ποιὰ τῶν πρός τι τῆς ψυχῆς σχέσις, η πάλιν ἡ πρός τι πῶς τῆς ψυχῆς εμμονος κίνησις. διάθεσίς ἐστι καὶ ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης. διαθέσεις οὐ μόνον ἐπιστῆμαι καὶ τέχναι, ἀλλὰ καὶ ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ σπουδαῖον· τῶν γὰρ τεχνῶν αἱ μὲν εἰσὶ φαῦλαι, αἱ δὲ σπουδαῖαι. τῷ δὲ ἐπιστήμης ὀνόματι ̓Αριστοτέλης ἀντὶ τῆς τέχνης χρῆται κοινότερον. ὑπάρχοι δ' αν καὶ τῇ διαθέσει γένος ουσῃ τέχνης τὸ φαῦλον καὶ σπουδαῖον. διαθέσεις λέγονται, α ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλονται· οιον θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγεία. διάκειται μὲν γάρ πως κατ' αὐτὴν ὁ ανθρωπος· ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν, καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν· εἰ μή τις διὰ χρόνου πλῆθος ηδη πεφυσιωμένη ἀνίατός ἐστι καὶ δυσκίνητος· ην αν τις ισως εξιν ηδη προσαγορεύοι. καὶ διαφέρει εξις διαθέσεως· καὶ γὰρ ἡ μὲν εξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος. ∆ιαδόσεισ. τὰς ἐκ διαιρέσεως ισης ἐπιβαλλούσας δόσεις. ουτως Λυσίας. ∆ιαπαρατριβαῖσ. ἐνδελεχείαις. ∆ιάγνωσισ. ἡ ἑτέρου καὶ ἑτέρου ἀπροσπαθὴς καὶ ἀπαθὴς ὑπόληψις. ∆ιαγνώμη. ἡ διάγνωσις καὶ ἡ διάκρισις. ἡ λέξις Θουκυδίδου. delta.513 ∆ιαγραφή. ἡ διατύπωσις τῶν μετάλλων δηλοῦσα μετὰ γραμμάτων, ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται. διαγραφή· καὶ καθυποβάλλεσθαι ζημίαις πολλαῖς τὴν πόλιν, ὡς καὶ ἐπὶ ̓Ιουστινιανοῦ. καὶ οταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων η κατὰ συγχώρησιν τοῦ διώκοντος η κατὰ διάγνωσιν τυχόντος, καὶ μηκέτι περὶ μηδενὸς ἐγκαλεῖται, λέγεται διαγραφὴ δίκης. ∆ιαδρομαί. ἐπὶ τῶν ἐπὶ παρατάξει κινημάτων. ∆ιαμαρτυρία καὶ διαμαρτυρεῖν. τρόπος ην ἡ μαρτυρία παραγραφῆς. πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον, ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι. διαμαρτυρεῖν δ' ἐστὶ τὸ προλέγειν τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. ∆ιάνοια. νοημάτων διακριτικὴ δύναμις καὶ ἐνθύμησις. η νοῦ οἰκεία κίνησις, δι' αὐτοῦ ἐνεργοῦσα καὶ διακρίνουσα. ∆ιάκρισισ. ἡ τοῦ θείου θελήματος ἐν παντὶ καιρῷ καὶ τόπῳ ἀπλανὴς κατάληψις. delta.514 ∆ιάῤῥοια. πάθος παρὰ τὰς υς γινόμενον. τρία δέ εἰσι πάθη· κραῦρα, βράγχη, διάῤῥοια. ἡ μὲν ουν βράγχη μέρος τινὸς σώματος, ἡ δὲ κραῦρα πυρετὸς, πόνῳ· σημειοῦται δὲ τοῦτο τῷ καταβεβλῆσθαι τὰ ωτα καὶ κατηφῆ. ειναι τὰ ομματα. ἡ μὲν ουν διάῤῥοια ἀθεράπευτός ἐστι· τὴν δὲ κραῦραν οἱ νομεῖς εὐχυματίζουσι· τῆς δὲ βράγχης περιτέμνουσι τὰ σεσηπότα τῶν σαρκιδίων. ∆ιασκευή.