ἄλλως αὐτοῦ τὸ θερμὸν ἀντιλέγεται· αἰθὴρ δὲ ὁ Ζεύς, δραστικὸν τοῦτο στοιχεῖον ποιότητι συγκεκραμμένον τῇ τε ξηρᾷ καὶ θερμῇ. τὰ τοίνυν στοιχεῖα ταῦτα πῇ μὲν φιλίαν ἀλλήλοις ἔχει, καθ' ὃ ἄμφω θερμὰ εἶναι δοκεῖ, πῇ δὲ εἰς ἔχθραν διχάζονται κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ ποιότητά τε καὶ ἐναντιότητα. ὁ τοίνυν μῦθος ἑνώσας αὐτὰ κατά τινα εἰκασίαν φαντασιώδη γάμου καὶ τὸν μὲν ἀέρα ἐκθηλύνας τῷ ὀνόματι καὶ εἰς Ἥραν μεταθέμενος, τῷ δὲ ∆ιὶ ὡς δραστηριωτέρῳ φυλάξας τὸ ἀνδρῶδες τοῦ ἄρρενος ὄνομα, ὅμως καὶ μετὰ τὴν φιλίωσιν καὶ γαμικὴν ταύτην συζυγίαν φυλάττει ἐν αὐτοῖς ἐκεῖνα τὰ πρὶν ἰδιώματα, οὐ μόνον τὴν ἐν τῇ θερμότητι εὔνοιαν καὶ οἷον συνάφειαν, ἀλλὰ καὶ τὴν ἔριν καὶ διάστασιν τὴν κατὰ τὸ ξηρὸν καὶ ὑγρόν· καὶ διὰ τοῦτο ποιεῖ μὲν αὐτοὺς ἔστιν ὅτε ἀνθισταμένους ἐριστικῶς, αὖθις δὲ καταλλάσσεσθαι λέγει αὐτούς. Εἴ ποτε τοίνυν μεσίτην τινὰ τῇ αὐτῶν καταλλαγῇ θελήσει πλάσασθαι, ποιεῖ μὲν καὶ ἄλλα τινά, ὅσα δοκεῖ αὐτῷ, παράγει δέ που καὶ Ἥφαιστον αὐτοὺς καταλλάσσοντα, τουτέστιν ἁπλῶς τὴν θερμότητα· Ἥφαιστος γὰρ εἰς τὸ θερμὸν ἀλληγορικῶς ἐκλαμβάνεται, δαίων λεγόμενος ἐπιστατῶν τῇ θερμῇ οὐσίᾳ. οὕτω τοίνυν κἀνταῦθα ἔριδος παρεισπεσούσης τῇ Ἥρᾳ καὶ τῷ ∆ιί, αὐτὸς μέσος ἐλθὼν καταλλαγὴν πραγματεύεται. οὐ γὰρ θέλει ὁ μῦθος παντελῶς λέγειν ἀπίθανα, ὅπερ ἔπαθεν ἄν, ἐὰν ἕτερόν τινα παρεισήγαγε μεσιτεύοντα εἰς τοιαύτην ὁμόνοιαν. οὔτε γὰρ Ἀθηνᾶ οὔτε Ἄρης οὔτε Ἄρτεμις οὔτ' ἄλλος τις τῶντοιούτων κατὰ φυσικὴν ἔννοιαν λέγοιτ' ἂν λύειν τὴν ἔριν τῇ Ἥρᾳ καὶ τῷ ∆ιὶ καὶ ἐκ διαστάσεως ἄγειν εἰς ἕνωσιν οἰκειότερον ἤπερ ὁ Ἥφαιστος· θερμὴ γάρ τις αὕτη φύσις. Ποσειδῶνα δὲ εἴ τις εἶπε τοῦτο ποιεῖν, οὐδὲν τὸ παράπαν ἔλεγε· Ποσειδῶν μὲν γὰρ εἰς ὑγρότητα ἐκλαμβάνεται, ὑγρότης δὲ εἰρήνην καὶ σύμβασιν ἀέρι καὶ ∆ιὶ οὐκ οἶδε ποιεῖν, ἀλλὰ μάλιστα μάχην, ὡς ἡ φύσις τοῦ πράγματος καθιστᾷ συγχέει γὰρ μᾶλλον τὸ περιέχον καὶ συγκροτεῖ τὴν ἔριν τῷ ἀέρι, τὴν τοῦ αἰθέρος ἀφανίζουσα ἱλαρότητα, καὶ ταῖς κάτωθεν ἀναθυμιάσεσιν «ἄχος οὐράνιον» κατὰ τὴν τραγῳδίαν γίνεται. Ἥφαιστος μέντοι, τουτέστι τὸ θερμόν, ἐὰν κατισχύσῃ, τόν τε ἀέρα γαληνιᾶν ποιεῖ καὶ νηνεμίαν αὐτῷ ἐμποιεῖ, ὡς καὶ τῷ αἰθέρι οὕτω σπένδεσθαι, καὶ εἰς εἰρηνικὰς ἄγει καταστάσεις τὸ πᾶν, ὁποία ἥ τε ἐαρινὴ καὶ ἡ μετ' αὐτὴν καὶ εἴ τις ἄλλη παρεμπέσοι τῷ ἐνιαυτῷ. οὐκ ἔστι γὰρ τὴν Ἥραν ἀποθέσθαι τὸ σκυθρωπὸν οὐδὲ βοῶπιν φανῆναι καὶ λευκώλενον μὴ μεσολαβοῦντος Ἡφαίστου, τῆς ἁπλῶς δηλονότι θερμότητος. πιθανῶς ἄρα ὁ μῦθος τὸν Ἥφαιστον παράγει λύοντα τὴν ἔριν τῇ τε Ἥρᾳ καὶ τῷ ∆ιί. ∆εῖ δὲ εἰδέναι ὅτι οὐ πάντοτε ὁ Ἥφαιστος εἰς τὴν ἁπλῶς θερμότητα ἐκλαμβάνεται, ἀλλὰ τοῦτο μὲν σπανίως. διὸ καὶ οὐράνιος νοεῖται καὶ ∆ιός, ἤτοι αἰθέρος, υἱός, καὶ τοῖς θεοῖς ἄνω, ἤτοι τοῖς ἄστροις, οἷς ἡ φύσις διὰ τὸ φωσφόρον ἐκ πυρὸς εἶναι δοκεῖ, αὐτὸς οἴκους τεκτήνασθαι λέγεται. ὡς ἐπὶ πλεῖστον δὲ Ἥφαιστον ἡ ἀλληγορία τὸ πῦρ αὐτὸ νοεῖ, τουτέστι τὴν καυστικὴν θερμότητα, καὶ τοῦτο ἢ τὸ διακονικὸν καὶ περὶ γῆν ἢ τὸ ἐκ πάθους ἐν τοῖς μετεώροις γινόμενον, οἷον τὸ ἐν κεραυνοῖς καὶ ἀστραπαῖς καὶ τοῖς τοιούτοις, ἅπερ οὐχ ἁπλῶς θερμότης ἐστίν, ἀλλὰ καυστικὴ καὶ οἵα αἴθειν τὴν ἁφήν, ὡς ἡ ἐτυμολογία τοῦ Ἡφαίστου δηλοῖ. ὃς Ἥφαιστος καὶ χωλὸς λέγεται, οἷον σκάζων, ἐὰν μή τινα ὕλην τὴν ὑπανέχουσαν ἔχῃ, καὶ ἀμφοτέρους τοὺς πόδας γυὸς ἤγουν χωλός-τοῦτο γὰρ ὁ ἀμφιγυήεις δηλοῖ-· ἀμφοτέρωθεν γὰρ σκάζει μὴ ἔχων ὕλην τὴν ὑπερείδουσαν, οἷον κάτω μὲν ξύλα καὶ εἴ τι ἄλλο ἐξάπτεται γήινον, ἄνω δὲ τὴν ξηρὰν καὶ καπνώδη ἐκ γῆς ἀναθυμίασιν. Οὐ τοίνυν ὁ τοιοῦτος Ἥφαιστος, ἡ ὑπερβολὴ τῆς θερμότητος, ὁ καυστικός, ὁ φθαρτικὸς τοῦ παραπίπτοντος, μεσολαβεῖ τὰ εἰς φιλίαν τῇ Ἥρᾳ καὶ τῷ ∆ιί, ἀλλ' ἐκεῖνος ὁ εὔκρατος, ἡ ζωογόνος δηλαδὴ στοιχειακὴ θερμότης, ὁ τῷ ∆ιὶ σύστοιχός τε καὶ φίλιος. ὁ γὰρ λοιπὸς οὐράνιος Ἥφαιστος, ὁ χωλός, ὁ φλογώδης, οὐ πάνυ φιλητὸς