ὑπῆρχεν δὲ ἡ ἄμωμος καὶ θεόπαις Μαρία, ἐκ τῆς πατρίδος Ἰεσσαὶ καὶ ∆αυὶδ τοῦ προφήτου. Ἰωακεὶμ καὶ Ἄννα δὲ ἔτεκον τὴν παρθένον. τρία ἔτη ἐτράφη δὲ ἡ παῖς ἐν τοῖς γονεῦσιν καὶ ἐννέα εἰς τὸν ναὸν ἄρτῳ ἐπουρανίῳ. Καὶ Ἰωσὴφ ὁ δίκαιος ἐμνηστεύσατο ταύτην. διὰ τοῦτο οὖν γέγονεν ὁ τρόπος τῆς μνηστείας, ἵνα λάθῃ τὸν δράκοντα, τὸν ἄρχοντα τοῦ σκότους. ἀκούσας γὰρ ὁ πονηρὸς τῶν φωνῶν Ἡσαΐου, ὅτι παρθένος τέξεται Ἐμμανουὴλ παιδίον, ἐτήρει, ἐπεσκέπτετο ἁπάσας τὰς παρθένους, καὶ εἰ ἠδύνατο λαβεῖν τὸν τρόπον τῆς λοχείας, ἐξέχεε ἂν τὸν ἰὸν ἐπὶ τῷ γεγονότι· ἀλλ' ἔλαθεν τὸν πονηρὸν ἡ τοῦ θεοῦ σοφία καὶ ἔμεινεν ὁ ἀσεβὴς ὅλως κατῃσχυμμένος. Γαβριὴλ ὁ ἀρχάγγελος ἐστάλη οὐρανόθεν εἰς Ναζαρέτ, ἐπέστη δὲ ὅπου ἦν ἡ παρθένος, καὶ τὸ «χαῖρε» ἐβόησεν τῇ κεχαριτωμένῃ, «χαῖρε», λέγων, «θεόνυμφε, χαῖρε, εὐλογημένη· ὁ κύριος ἐλεύσεται ἐν σοὶ τῇ παναγίᾳ.» καὶ αὐτίκα συνέλαβε τὸν πρὸ αἰώνων λόγον καὶ ἔτεκεν ἄνευ ἀνδρὸς τὸν κτίστην τῶν ἁπάντων, μὴ ὁμιλήσασα ἀνδρὶ ὕστερον οὔτε πρῶτον. Τριακοστὸς δὲ γεγονὼς ὁ ἄχρονος ὑπάρχων ὡς ἄνθρωπος βαπτίζεται ἐν ῥείθροις Ἰορδάνου. Ἰωάννης ὁ πρόδρομος ἐβάπτισέν τε τοῦτον, Πέτρος καὶ Ἰωάννης δὲ ὁ μέγας θεολόγος τὴν ἁγίαν καὶ ἄμωμον Μαρίαν τὴν παρθένον. ἡγίασεν δὲ Χριστὸς τὴν φύσιν τῶν ὑδάτων καὶ τῶν δρακόντων ἔτριψεν τῶν πονηρῶν τὰς κάρας. Τρία ἔτη διέτριψεν μετὰ τῶν ἀποστόλων, τρία ἔτη σὺν μαθηταῖς, ὁμοῦ δὲ καὶ τρεῖς μῆνας. ἄπειρα θαύματα ποιεῖ, εὐθέως ἐσταυρώθη. ὕδωρ οἶνον ἐποίησεν ἐν Κανὰ Γαλιλαίας· ἐν θαλάσσῃ ἐβάδισεν ὥσπερ ἐπὶ ἐδάφους· τοῖς ἀνέμοις ἐπέταξε, καὶ γέγονε γαλήνη· πέντε ἄρτους εὐλόγησεν εἰς πέντε χιλιάδας καὶ ἐχόρτασεν ἅπαντας σὺν γυναιξὶ καὶ τέκνοις· τοὺς λεπροὺς ἐθεράπευσεν, ἰάσατο αἱμόρρους· παράλυτον συνέσφιγξεν, ἔσωσε δαιμονῶντας, καὶ ἄλλα πλεῖστα θαύματα· εὐθέως ἐσταυρώθη. Ἐν τούτῳ γὰρ καὶ ὁ Ἀδὰμ τὴν ἐντολὴν παρέβη, καὶ τοῦ κόσμου ἡ ἔναρξις ἐν τούτῳ ἐγεγόνει. καὶ μαρτυρεῖ τῶν βοτανῶν καὶ τῶν δένδρων τὰ ἄνθη, εὐωδιάζει ἅπας δὲ ὁ περίγειος κόσμος, καὶ κελαδοῦν τὰ πετεινὰ ἐναρμόνιον μέλος, ἡ γῆ δὲ ἀνεβλάστησεν εὐωδέστατα ἄνθη, ἡ τρικυμία παύεται ἡ πολλὴ τῆς θαλάσσης, οἱ ἰχθύες ἀγάλλονται καὶ σκιρτῶσι δελφῖνες, κινοῦνται δὲ καὶ τὰ κτήνη πρὸς τὴν τεκνογονίαν, ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος γονορροεῖ ἐντεῦθεν, ἰσημερία γίνεται καὶ τοῦ ἡλίου ὧδε, ὅπου ἡ κάρα τοῦ Ἀδάμ, ὁ Χριστὸς ἐσταυρώθη. Τὸ ὄνομα τὸ τοῦ Ἀδὰμ τετράστοιχον ὑπάρχει, περικυκλοῦν, ὡς ἔοικεν, τὴν τετράστοιχον κτίσιν, ἀνατολὴν καὶ δύσιν τε, ἄρκτον καὶ μεσημβρίαν. αὐτοῦ γὰρ ὀλισθήσαντος ποτὲ ἐν παραδείσῳ καὶ τὰς πέντε μολύναντος αἰσθήσεις ἐν τῷ ξύλῳ, ἀκουστὸν τοῦτο γέγονε πάσῃ τῇ ὑφ' ἡλίῳ καὶ ᾄδεται ἕως τοῦ νῦν καὶ ἕως συντελείας. θέλων δὲ ὁ γλυκύτατος Ἰησοῦς ὁ σωτήρ μου ἰάσασθαι τὸ ἄλγημα Ἀδὰμ τοῦ πρωτοπλάστου τοῦ ἐξαλεῖψαι τὴν πικρὰν καὶ ἐνήδονον βρῶσιν, εἰς ὅπλον [τετρα]κέρατον ἑκουσίως ὑψώ[θη], [ἡ]γία[σεν] δὲ ἅπασαν τὴν τετράστοιχον κτίσιν, ἀνατολὴν καὶ δύσιν τε, ἄρκτον καὶ μεσημβρίαν, ἣν ἀσάλευσεν τοῦ Ἀδὰμ ἡ παράβασις τότε. Αὐτοῦ γὰρ τὸ πανάγιον καὶ σεβάσμιον σκῆπτρον μέλλει ἔμπροσθεν ἔρχεσθαι Ἰησοῦ τοῦ σωτῆρος τοῦ ὑψωθέντος ἐν αὐτῷ ἑκουσίᾳ βουλήσει καὶ τὰς χεῖρας ἐκτείναντος, κεφαλὴν καὶ τοὺς πόδας, ὅπερ ἔπρεπεν ὁ Ἀδάμ, ἀσφαλῶς κρεμασθῆναι, τοῦτο πέπονθεν ὁ σωτὴρ διὰ φιλανθρωπίαν. ὑπὲρ αὐγὰς ἡλιακὰς τότε μέλλει ἐκλάμψαι τὸ σκῆπτρον τὸ βασιλικόν, σταυρὸς ὁ ζωηφόρος, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ ἐλεύσει τοῦ σωτῆρος, καταφωτίζων ἅπασαν τὴν τετράστοιχον κτίσιν καὶ φλογίζων τοὺς δαίμονας καὶ σατὰν τὸν φθορέα, τὸν τὸν Ἀδὰμ φθονήσαντα καὶ ποιήσας σφαλῆναι. ἴσως ἀξιωθείημεν τὸν σταυρὸν προσκυνῆσαι καὶ τὸν σωτῆρα Ἰησοῦν τὸν ἐν αὐτῷ παγέντα, αἶνον καὶ δόξαν ᾄδοντες αὐτοῦ εἰς τοὺς αἰῶνας Μέσον γὰρ γῆς εἰργάσατο ὁ κτίστης σωτηρίαν, ἡγίασεν