15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ὑποκρινομένην, παίγνιον ὑπάρξεως, εἴδωλον καὶ σκιὰν φεύγουσαν ἀεὶ καὶ εἰς τὸ μὴ ὂν ἀνατρέχουσαν. δός μοι τῆς ὕλης τὸν λόγον, καὶ τότε σοι κἀγὼ ἀντιδώσω τῆς θείας οὐσίας τὸν ὁρισμόν. εἰ δὲ τῶν ὄντων τὸ ἔσχατον ἀγνοεῖς, πῶς τὸ πρῶτον ἐπειράθης καταλαβεῖν; ἀλλ' ἐατέον τὴν ὕλην. τίς δὲ λόγος στερήσεως; τὸ δὲ εἶδος ὁποῖον; πῶς δὲ ἐξ ὕλης καὶ εἴδους φύσεων ἀσωμάτων σῶμα συνιστᾷς; πῶς δὲ πρὸς ἄλληλα συνάπτε ται; τίς ὁ λόγος τῆς συναφῆς; κατὰ ποίους λόγους ἁρμονικοὺς συνελήλυθε; λῦσον ταυτὶ τὰ προβλήματα, καὶ τότε πειρῶ τὴν θείαν οὐσίαν καταλαβεῖν. καίτοι γε πολλὰ μετὰ ταῦτα, στοιχειώδη σώματα, ὁμοιομέρειαι, ἀν ομοιομέρειαι, ὀργανικαὶ φύσεις, ἄλογοι παρυποστάσεις, δυνάμεις φυσικαί, ζωτικαί, ψυχικαί, ψυχαί, νοῖ, ἑνάδες, ὧν δὴ πάντων ὑπερανέστηκεν ὁ θεός. εἴ γε ἐπεχείρησας πρὸς οὐρανόν, ὦ λῷστε, πτερύξασθαι (οὐ γὰρ ἀπογνωστέον σοι καὶ τοῦτο), ἆρ' ἂν ἀμέσως τῇ περιφερείᾳ προσήγγισας; οὐκ ἔδει σε πρῶτον τεμεῖν τὸν ἀέρα, εἶθ' οὕτως τῷ παρ' ἡμῖν ἐκπυρώματι προσελθεῖν, εἶτ' ἐναλλάξαι τὰς σφαίρας, καὶ οὕτως τῇ περιωπῇ προσεγ γίσαι; πῶς οὖν οὐκ ἐνταῦθα τὴν τάξιν τετήρηκας, ἀλλ' εὐθὺς περὶ τῆς θείας φύσεως ἐρωτᾷς; Ὡς λίαν ἀνόητος εἶ καὶ ἀμαθὴς τὰ μεγάλα καὶ τῆς σῆς λογικῆς ἐντρε χείας ἀμέτοχος. ὅρον θεοῦ ἐρωτᾷς, εἶτ' οὐκ οἶδας ὡς φύσις ὅρου ὁρίζειν τὸ ὁριζόμενον, τὸ δὲ ὁρίζον· οὐκ ἐπαναβέβηκε τὸ ὁριστόν; τί οὖν ἐντεῦθεν συνάγεται; αὐτὸς καὶ τοῦτο τόλμησον· ὅτι κατώτερος ὁ θεὸς ἑτέρων ὁριζόντων ἐστίν. ἀλλὰ μὴν αὐτὸς ὅρος καὶ περιοχὴ τῶν πάντων, μᾶλλον δέ, εἰ βούλει τὴν ἀκριβῆ θεολογίαν μαθεῖν, οὔτε πᾶν ὁ θεὸς οὔτε ὑπὲρ τὸ πᾶν, οὔτε ὅρος οὔτε περιοχή, οὐ φῶς, οὐ ζωή, οὐ νοῦς, οὐκ ὄν, οὐχ ἕν, ἀλλ' οὐδ' ὑπὲρ τὸ ἕν· τὰ γὰρ τοιαῦτα ὀνόματα ἡμέτερά εἰσι παθήματα καὶ τῆς ἡμετέρας ψυχῆς ὠδῖνες· ἐκῖνο δὲ ἄρρητον καὶ ὑπεράρρητον, καὶ οὐ μόνον ὅ τι ἐστὶν οὐκ ἐπιστάμεθα, ἀλλ' οὐδὲ τὴν τούτου ἀκριβοῦμεν ἄγνοιαν, καὶ γὰρ καὶ τὸ ἄγνωστον αὐτοῦ ἀκατάληπτον. εἶτα σὺ ἐπὶ τούτοις ἐρωτᾷς τίς οὐσία θεοῦ; ἐῶ τὴν ἐμὴν φιλοσοφίαν καὶ ὑψηλήν, ἀπὸ δὲ τῶν σῶν προσδιαλέξομαί σοι. οὐκ ἀκούεις Ἀριστοτέλους λέγοντος ὡς «τῷ ὁμοίῳ τὸ ὅμοιον» καταλαμβάνεται, καὶ ὅτι δεῖ τὸ γινῶσκον πρὸς τὸ γνωστὸν ἔχειν τινὰ ἰδέαν καὶ ὁμοιότητα; καὶ μάλα γε καλῶς φησιν ὁ φιλόσοφος ἄχρι τούτου· «γαίᾳ γὰρ γαῖαν» κατὰ τὸν Ἐμπεδοκλέα «ὀπώπα μεν, ὕδατι δὲ ὕδωρ» καὶ «αἰθέρι αἰθέρα», προσθείην δ' ἂν αὐτός, καὶ ψυχῇ φύσιν ψυχῆς καὶ τῷ ὄντι τὸ ὂν καὶ τὸν νοῦν τῷ νοῒ καὶ φύσει φύσιν καὶ ὕλῃ ὕλην καὶ εἶδος εἴδει καὶ τὸ ἓν τῷ ἑνί. πάντα γὰρ ἐν ἡμῖν ταῦτα, ὕλη, εἶδος, σῶμα, φύσις, ψυχή, νοῦς, ἕν· ἓν γὰρ καὶ ἡμεῖς, ἀλλ' οὐ κυρίως, τῇ γὰρ ἑνώσει ἕνες λεγόμεθα. διὰ τοῦτο καὶ ὕλην ὁρίζομεν καὶ γινώσκομεν καὶ εἶδος, οἵ γε φιλοσοφώτεροι, καὶ σῶμα. καὶ τἆλλα καὶ τὸ ἕν. πάντα γὰρ ὄντες ταῦτα ἕκαστον ἑκάστῳ καταλλήλως προσβάλλοντες ἐπιστάμεθα· ὑπὲρ δὲ τὸ ἓν οὐκ ἐσμέν· πῶς οὖν τὸν θεὸν ὑπὲρ τοῦτο γνωσόμεθα; Ἀλλὰ τί καινὸν εἰ τοιαῦτα προσάγεις ἡμῖν ἐρωτήματα, ὃς δὴ καὶ «γέννησιν» ἀκούων θεοῦ «πολυπραγμονεῖς» περὶ ταύτης καὶ ἀπὸ τῶν κάτω γεννήσεων τὴν ἀκήρατον εἰκάζεις καὶ ἄφθορον; «ἡμῖν δὲ μέγα, κἂν εἴ ποτε καὶ ἐς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις». ὅρα τὸν μέγαν τοῦτον πατέρα οἷα ἐν ὀλίγοις φιλοσοφεῖ λέξεσι, καὶ οἵων ἀπορρήτων μυστηρίων θύραν ἡμῖν ὑπανοίγνυσιν· ἐπαγγέλλεται γὰρ εἰς τὸν ἔπειτα βίον τῆς τοῦ θεοῦ γεννήσεως καὶ οὐσίας τὴν εἴδησιν. ἔστι γάρ τις παρ' ἡμῖν ὄψις ἡλιῶσα καὶ μέγας φωστήρ, ἀλλὰ τὸ νέφος ἐπιπροσθοῦν, ἡ τῶν παθημάτων ἀχλύς, οἷά τις «ζόφος», καὶ ἡ «παχύτης» τοῦ σώματος παρεμποδίζει ταῖς ἀκτῖσι καὶ ζοφοῖ τὴν μαρμαρυγήν. τούτων δ' ἀφαιρουμένων αὐγάσει μὲν ὁ παρ' ἡμῖν ἥλιος, γνωσθήσεται δὲ τοῖς ἀξίοις «τῆς δικαιοσύνης ὁ ἥλιος». Τότε καὶ τὴν φύσιν ἐπιγνωσόμεθα τῆς γεννήσεως καὶ τὸν τρόπον