126
καὶ κιθάραν, ὡς ὄργανον γεγενημένον τοῦ Πνεύματος. "Ἐγερθήσομαι ὄρθρου. [ιʹ.] Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν." Οὐ νῦν, φησὶ, μόνον, ταύτην σοι προσοίσω τὴν ὑμνῳδίαν, ἀλλὰ καὶ τοῦ ἀληθινοῦ φωτὸς ἀνα τείλαντος, καὶ τὴν μακρὰν τῆς ἀγνοίας ἀπο σκεδάσαντος νύκτα, καὶ τὸν τῆς προσδοκωμέ νης ἡμέρας ὑποδείξαντος ὄρθρον [οὐ μόνον διὰ τῆς ἐνσάρκου αὐτοῦ πρὸς ἡμᾶς παρουσίας, ἀλλὰ καὶ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καὶ ἀναπλά σεως], τῶν ἐθνῶν ἁπάντων καὶ τῶν λαῶν χορο διδάσκαλος ἔσομαι· καὶ οἷόν τισι χορδαῖς τοῖς ἐκεί νων χρώμενος στόμασιν, ᾄσω τὴν χαριστήριον ὑμνῳδίαν. [Τίνος ἕνεκεν, ὦ προφῆτα, εἰπὲ καὶ τὸν τρόπον.] ιαʹ. "Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου." Οὐ γὰρ μόνος ὁ οὐρανὸς, καὶ οἱ τοῦτον ἐνδιαίτημα ἔχοντες ἄγγελοι, τὸν σὸν ἔλεον ἔγνωσαν, ἀλλὰ καὶ διὰ τῶν νεφελῶν τὴν ἀλήθειάν σου δεδήλωκας. Νεφέλας δὲ τοὺς τῆς θείας χάριτος ἠξιωμένους ἡ θεία κα λεῖ Γραφή. Τοῦτο δὲ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου ὁ τῶν ὅλων ἡμᾶς διδάσκει Θεός. Εἰρηκὼς γὰρ περὶ τοῦ Ἰσραήλ· "Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ·" ἐπήγαγε· "Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐ τόν." Καθάπερ γὰρ ἡ νεφέλη ἑτέρωθεν ὑποδέχε ται τῶν ὄμβρων τὰς ἀφορμὰς, οὕτω καὶ προφῆται καὶ ἀπόστολοι ὑπὸ τῆς θείας χάριτος ἐνεργούμενοι. τὴν πνευματικὴν ἀρδείαν προσήνεγκαν ταῖς τῶν ἀν θρώπων ψυχαῖς. 80.1296 ιβʹ. "Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου." ∆ιὰ γὰρ τῶν πνευ ματικῶν νεφελῶν, τῶν προφητῶν, φημὶ, καὶ ἀπο στόλων, τῆς ἀληθείας ἀναφανείσης, ὕψιστος ἀν εδείχθη τῶν ὅλων ὁ Κύριος, οὐρανοῦ καὶ γῆς ποιητὴς, ἐν ἁπάσῃ γῇ καὶ θαλάσσῃ παρὰ τῶν ἀνθρώπων ὕμνον δεχόμενος.
ΕΡΜΗΝ. ΤΟΥ ΝΖʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Μὴ διαφθείρῃς, τῷ ∆αβὶδ εἰς στηλογραφίαν." Τῆς αὐτῆς
ἔχεται καὶ οὗτος ὁ ψαλ μὸς διανοίας. ∆ιηγεῖται γὰρ τὴν τοῦ Σαοὺλ πονη ρίαν, [καὶ τῶν κατ' αὐτὸν, τὴν ἐκείνου ἰσόῤῥοπον κεκτημένων γνώμην,] καὶ τῶν λόγων τὸ ψεῦδος. Πολλάκις γὰρ ὀμόσας καταλύειν τὴν ἔχθραν, παρ έβη τοὺς ὅρκους, καὶ ταῖς ἐνέδραις ἐχρήσατο. Πάλιν δὲ τὸ, Μὴ διαφθείρῃς, πρόκειται· ἐπειδὴ δὶς λαβὼν ὑποχείριον [ὁ ∆αβὶδ τὸν Σαοὺλ] ἀνελεῖν οὐκ ἠθέλησεν. βʹ. "Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐ θείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων." Ταῦτα πρὸς τὸν Σαοὺλ διεξέρχεται ὀμωμοκότα μηκέτι διώκειν, καὶ παρὰ τοὺς ὅρκους στρατεύσαντα. Σὺ, φησὶ, γενοῦ τῶν ὑπὸ σοῦ δρωμένων κριτὴς, καὶ τὸ κρί νειν πεπιστευμένος, ὀρθὴν ἐξένεγκε καὶ δικαίαν τὴν ψῆφον. [Εἰ δὲ τὴν οἰκείαν νόσον οὐ δύνασαι δια γνῶναι ἢ ἰατρὸς ταύτης γενέσθαι, πῶς ἂν ἑτέροις τὸ τῆς ἀληθείας φάρμακον κατασκευάσεις; Οὐ δύ νασαι, φησίν.] γʹ. "Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκου σιν." Σὰ, φησὶ, καὶ τὰ τῆς εἰρήνης ῥήματα, καὶ τὰ πονηρὰ βουλεύματα, καὶ τὰ παντοδαπὰ τῶν ἐπιβούλων μηχανήματα· σκόπησον τοίνυν εἰ συμβαίνει τοῖς λόγοις τὰ πράγματα. Ἀλλὰ γὰρ μά την σοι τὴν ἐμὴν ἐνεχείρισα κρίσιν, δικάζειν οὐκ ἀνεχομένῳ δικαίως. δʹ. "Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μή τρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ." Πάλαι, φησὶν, ἑαυτοὺς τῆς ἀληθείας χωρίσαντες τὸ ψεῦδος ἠσπάσασθε. [Τοῦτο δὲ, ὡς ἀνωτέρω ἡμῖν εἴρηται, κατακροτεῖ μάλιστα ἐπὶ τοῦ παρόντος· τὸ ψεῦδος καὶ τὸ πρὸς τοὺς πέλας μῖσος λέγων.] Τὸ δὲ ἀπὸ μήτρας καὶ ἀπὸ γαστρὸς προστέθεικεν, 80.1297 ὡς τοῦ Θεοῦ πρὸ τῆς διαπλάσεως τὰ κατ' αὐτοὺς ἐγνωκότος. Οὕτω γὰρ καὶ πρὸς τὸν Ἱερεμίαν· "Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε." Καὶ πρὸς τὸν Φαραώ· "Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου." Ἀλλ' οὐχ ἡ πρόγνωσις τοῦ Θεοῦ, ἢ τὸν Φαραὼ πονηρὸν, ἢ τὸν Ἱερεμίαν πεποίηκεν ἅγιον· ἀλλὰ τὸ μέλλον ἔσεσθαι προέγνω ὡς Θεός. εʹ. "Θυμὸς