126
διαφόρων ἐθνῶν ἐν ταύτῃ κατέκλεισε σὺν τοῖς αἰχμαλώτοις τῆς πόλεως τοῦ ∆αρᾶς. οὗτοι οὖν ἀπογνόντες ἑαυτῶν ἐπανίστανται κατὰ τῶν φυλασσόντων αὐτούς· καὶ ἀνελόντες τὸν 262 Μαρουσᾶν καὶ τὴν τούτου κεφαλὴν λαβόντες εἰς τὸ Βυζάντιον ἧκαν· ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς μεγάλης αὐτοὺς ὑπεδέξατο· τὸν δὲ Φιλιππικὸν μόλις στρατηγὸν ὁ στρατὸς κατεδέξατο. πολέμου δὲ Περσῶν καὶ Ῥωμαίων ἐν Μαρτυροπόλει γεγονότος, ἡττῶνται Ῥωμαῖοι. ὁ δὲ αὐτοκράτωρ πάλιν τῆς στρατηγίας τὸν Φιλιππικὸν διαδεξάμενος Κομεντίολον στρατηγὸν τῆς ἀνατολῆς ἀπέστειλεν. ὁ δὲ Κομεντίολος περὶ τὴν Νισίβιν γενόμενος καὶ οἱ Πέρσαι κατὰ τὸ Σαρβανῶν ἀλλήλοις συνέβαλον. Ἡράκλειος δέ, ὁ τοῦ Ἡρακλείου πατήρ, ἐνευδοκιμήσας ἐν τῷ πολέμῳ ἀνεῖλε τὸν τῶν Περσῶν στρατηγόν. Ἀφραάτου δὲ ἀναιρεθέντος, τρέπονται Πέρσαι, καὶ διώκουσι Ῥωμαῖοι. πολλῆς δὲ ἁλώσεως ἐν αὐτοῖς γενομένης, παραλαμβάνουσι καὶ τὸ τοῦλδον καὶ πολλὰ λάφυρα ἐν Βυζαντίῳ ἐκπέμπουσιν. ὁ δὲ αὐτοκράτωρ ἱππικαῖς θεωρίαις καὶ πανηγύρεσι τὴν πόλιν ἐφαίδρυνε καὶ τὰς νίκας ἐθριάμβευσεν. ὁ δὲ Ὁρμίσδας, ὁ τῶν Περσῶν βασιλεύς, στρατηγὸν χειροτονήσας τὸν Βαρὰμ ἅμα δυνάμεσι πολλαῖς κατὰ Σουανίας ἐκπέμπει. ἀδοκήτως δὲ ταύτῃ ἐπιστάς, καταπολεμηθέντων τῶν Τούρκων ὑπὸ τῶν Περσῶν, τοσοῦτον Ὁρμίσδας ηὐξήθη, ὡς καὶ φόρους μʹ χιλιάδας χρυσοῦ παρὰ τῶν Τούρκων λαβεῖν, πρότερον τούτου τὰ ἴσα τοῖς Τούρκοις τελοῦντος. τοῦ δὲ Βαρὰμ περιδόξου κατὰ τὸν πόλεμον τοῦτον γεγονότος καὶ εἰς τὸν Ἀράξην ποταμὸν στρατοπεδευομένου, ὁ Μαυρίκιος τοῦτο μαθὼν Ῥωμανὸν χειροτονεῖ στρατηγόν, καὶ ἐν Σουανίᾳ μετὰ δυνάμεως ἐκπέμπει. καταλαβὼν δὲ ὁ Ῥωμανὸς τὴν Λαζικὴν καὶ εἰς τὸν Φάσιδα γενόμενος ποταμὸν ἐπὶ τὴν Ἀλβανίαν στρατοπεδεύεται. ὁ δὲ Βαρὰμ τὸν τῶν Ῥωμαίων στρατὸν ἐπιδημήσαντα ἀκηκοὼς διεγέλα τὸ πρᾶγμα· ἐπεθύμει δὲ καὶ Ῥωμαϊκῆς παρατάξεως πεῖραν λαβεῖν· οὐ γὰρ ἦν ποτε Ῥωμαίους πολεμήσας. διαβὰς τοίνυν τὸν γείτονα ποταμόν, ὡς ἐπὶ τὰ ἐνδότερα μέρη τῆς Περσίδος τοὺς Ῥωμαίους ἐφελκόμενος ᾔει· ὁ δὲ Ῥωμανὸς τὴν Ῥω263 μαϊκὴν πληθὺν ἐχώριζεν, τοὺς ἀδοκίμους εἰς τὸ τοῦλδον καταλιπών· καὶ δέκα χιλιάδας ἐπιλέκτους λαβὼν κατὰ τῶν βαρβάρων ἐχώρει, δύο δὲ χιλιάδας προτρέχειν τοῦ στρατοῦ παρακελεύεται· οἵ τινες συναντήσαντες τοὺς προτρέχοντας τῶν Περσῶν τούτους τρέπουσι καὶ πάντας ἀνήλωσαν. τῆς γὰρ φυγῆς γενομένης, καὶ κρημνοῦ συναντήσαντος αὐτοῖς, ἀποκλεισθέντες πάντες ἀνῃρέθησαν· οἱ δὲ Ῥωμαῖοι μέχρι τοῦ χάρακος τῶν βαρβάρων ἐγένοντο, ὡς καταπλαγῆναι τὸν Βαρὰμ ἐπὶ τούτῳ. τοῦτο ἀκηκοὼς Ῥωμανὸς παραθαρρύνει τὸ στρατόπεδον, καὶ παρατάσσονται ἐν πεδίῳ τῆς Ἀλβανίας. ὁ δὲ Βαρὰμ ἀπεπειρᾶτο κλέψαι τὸν πόλεμον, διητύχησε δὲ τοῦ βουλεύματος· συνέσει γὰρ ὁ Ῥωμανὸς ἐκεκόσμητο. συμβαλόντων δὲ ἀλλήλοις, καὶ πολλῶν ἀναιρεθέντων βαρβάρων, μεγίστη Ῥωμαίων γίνεται νίκη· σκυλεύονται τοίνυν οἱ βάρβαροι καὶ ταφῆς ἀμοιρήσαντες τοῖς θηρίοις γίνονται κατάβρωμα. τοῦτο ἀκούσας ὁ τῶν Περσῶν βασιλεὺς καὶ τὴν αἰσχύνην μὴ φέρων γυναικείαν ἐσθῆτα τῷ Βαρὰμ ἐξέπεμψεν, καὶ τῆς στρατηγίας τοῦτον ἀπέπαυσεν. νεωτερίζει τοίνυν ὁ Βαρὰμ καὶ πρὸς τυραννίδα χωρεῖ· καὶ ἀνθυβρίζει διὰ γραμμάτων τὸν Ὁρμίσδαν ἐπιγράψας τὴν ἐπιστολήν· Ὁρμίσδᾳ, τῇ θυγατρὶ Χοσρόου, ὁ Βαρὰμ ταῦτα ἐπιστέλλει. συναγαγὼν δὲ τὰ στρατεύματα ἔφασκεν ἀγανακτεῖν τὸν Ὁρμίσδαν κατὰ τῶν στρατευμάτων, ὡς ὑπὸ Ῥωμαίων ἡττηθέντων. ἐπεδείκνυε δὲ καὶ ἐπίπλαστα γράμματα ὡς ἀπὸ Ὁρμίσδα πρὸς τὸ ὑπομειῶσαι τὰς τῶν στρατιωτῶν ῥόγας, ὑπομιμνήσκων αὐτοὺς τό τε ἀπηνὲς τοῦ Ὁρμίσδα καὶ ὠμότατον, τὸ φιλάργυρόν τε καὶ βίαιον, καὶ ὅπως φόνοις μὲν ἀρεσκόμενος, εἰρήνης δὲ ἀπεχόμενος, καὶ πῶς τοὺς μεγιστᾶνας δεσμοῖς καθυπέβαλεν, καὶ τοὺς μὲν ξίφει ἀπέτεμεν, τοὺς δὲ ἀπέπνιξεν ἐν τῷ Τίγριδι· καὶ πῶς κατηνάγκαζε Πέρσας ἐν μεγάλοις πολέμοις χωρεῖν, ὅπως διαφθαρῶσι καὶ μὴ κατ'