Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
ἀλλὰ καὶ τὴν χεῖρα ἐπὶ τοῦ πυρὸς θεὶς καθαπερεὶ χαλκὸν κατέτηκεν ἀτρέπτῳ πάνυ τῷ παραστή4.8.56.4 ματι. τὰ γὰρ Ἀναξάρχου σιωπῶ πτίσσε ἐπιβοῶντος τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις, ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο. 4.8.57.1 Οὔτ' οὖν ἡ τῆς εὐδαιμονίας ἐλπὶς οὔθ' ἡ πρὸς τὸν θεὸν ἀγάπη δυσανασχετεῖ πρὸς τὰ ὑποπίπτοντα, μένει δὲ ἐλευθέρα, κἂν θηρίοις τοῖς ἀγριωτάτοις, κἂν τῷ παμφάγῳ ὑποπέσῃ πυρί, κἂν κατακτείνηται βασάνοις τυραννικαῖς, τῆς θείας ἀπαρτωμένη φιλίας ἀδούλωτος ἄνω περιπολεῖ, τὸ σῶμα παραδοῦσα τοῖς τούτου μόνου ἔχεσθαι 4.8.57.2 δυναμένοις. Γέται δὲ ἔθνος βάρβαρον οὐκ ἄγευστον φιλοσοφίας πρεσβευτὴν αἱροῦνται πρὸς Ζάμολξιν ἥρωα κατ' ἔτος. ὁ δὲ Ζάμολξις 4.8.58.1 ἦν τῶν Πυθαγόρου γνωρίμων. ἀποσφάττεται οὖν ὁ δοκιμώτατος κριθεὶς ἀνιωμένων τῶν φιλοσοφησάντων μέν, οὐχ αἱρεθέντων δέ, ὡς 4.8.58.2 ἀποδεδοκιμασμένων εὐδαίμονος ὑπηρεσίας. μεστὴ μὲν οὖν πᾶσα ἡ ἐκκλησία τῶν μελετησάντων τὸν ζωοποιὸν θάνατον εἰς Χριστὸν παρ' ὅλον τὸν βίον καθάπερ ἀνδρῶν οὕτω δὲ καὶ γυναικῶν σωφρόνων. 4.8.58.3 ἔξεστι γὰρ τῷ καθ' ἡμᾶς πολιτευομένῳ καὶ ἄνευ γραμμάτων φιλοσοφεῖν, κἂν βάρβαρος ᾖ κἂν Ἕλλην κἂν δοῦλος κἂν γέρων κἂν παιδίον 4.8.58.4 κἂν γυνή· κοινὴ γὰρ ἁπάντων τῶν ἀνθρώπων τῶν γε ἑλομένων ἡ σωφροσύνη· ὡμολόγηται δ' ἡμῖν τὴν αὐτὴν φύσιν κατὰ γένος ἕκαστον 4.8.59.1 τὴν αὐτὴν καὶ ἴσχειν ἀρετήν. οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχει<ν> ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται. ἀλλ' ἢ τὴν αὐ4.8.59.2 τήν, ὥστε καὶ τὴν ἀρετήν. εἰ δὲ ἀνδρὸς ἀρετὴ σωφροσύνη δήπουθεν καὶ δικαιοσύνη καὶ ὅσαι ταύταις ἀκόλουθοι νομίζονται, <ἆρ'> ἀνδρὶ μόνῳ ἐναρέτῳ εἶναι προσήκει, γυναικὶ δὲ ἀκολάστῳ καὶ ἀδίκῳ; 4.8.59.3 ἀλλὰ ἀπρεπὲς τοῦτο καὶ λέγειν. σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν 4.8.59.4 εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν. τὸ μὲν τοίνυν τὴν αὐτὴν εἶναι φύσιν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, καθὸ θῆλύ ἐστιν, οὐ φαμέν· πάντως γάρ τινα καὶ διαφορὰν ὑπάρχειν προσῆκεν ἑκατέρῳ τούτων, δι' 4.8.59.5 ἣν τὸ μὲν θῆλυ αὐτῶν, τὸ δὲ ἄρρεν γέγονεν· τὸ γοῦν κυοφορεῖν καὶ τὸ τίκτειν τῇ γυναικὶ προσεῖναί φαμεν, καθὸ θήλεια τυγχάνει, οὐ καθὸ ἄνθρωπος· εἰ δὲ μηδὲν ἦν τὸ διάφορον ἀνδρὸς καὶ γυναικός, 4.8.60.1 τὰ αὐτὰ ἂν ἑκάτερον αὐτῶν ἔδρα τε καὶ ἔπασχεν. ᾗ μὲν τοίνυν ταὐτόν ἐστι, καθὸ ψυχή, ταύτῃ ἐπὶ τὴν αὐτὴν ἀφίξεται ἀρετήν· ᾗ δὲ διάφορον, κατὰ τὴν τοῦ σώματος ἰδιότητα, ἐπὶ τὰς κυήσεις καὶ 4.8.60.2 τὴν οἰκουρίαν. θέλω γὰρ ὑμᾶς, φησὶν ὁ ἀπόστολος, εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. πλὴν οὔτε 4.8.60.3 γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ. ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν. οὕτω καὶ τὴν γυναῖκα σώφρονά τε ὁμοίως ἀξιώσαιμεν εἶναι καὶ 4.8.60.4 πρὸς τὰς ἡδονὰς διαμάχεσθαι μεμελετηκυῖαν· λέγω δέ· πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε, ἡ ἀποστολικὴ συμβουλεύει ἐντολή· ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. ταῦτα οὖν ἀντίκειται οὐχ ὡς κακὸν 4.8.61.1 ἀγαθῷ, ἀλλ' ὡς συμφερόντως μαχόμενα. ἐπιφέρει γοῦν· ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε. φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεῖαι, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθίαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἐγκράτεια, ἀγαθωσύνη, πίστις, πραότης. σάρκα, οἶμαι, τοὺς ἁμαρτωλούς, ὡς πνεῦμα τοὺς δικαίους εἴρη4.8.61.2 κεν. ναὶ μὴν τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον, ὡς τῷ τύπτοντι τὴν σιαγόνα