1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

127

ἐν σοὶ προφήτης, διδούς σοι σημεῖα καὶ τέρατα, καὶ ἔλθῃ τό τε σημεῖον ἐκεῖνο καὶ τὸ τέρας, ἐρεῖ δέ σοι· Πορευθέντες λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου· ἐν πρώτοις ἔστωσαν αἱ χεῖρές σου λιθοβολῆσαι αὐτόν. ἐπείρασεν γάρ σε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ σου. ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Πῶς ἐποίησεν τὸ σημεῖον ἐκεῖνο ἢ τὸ τέρας, γινώσκων γνώσῃ ὅτι ὁ πειράζων ἐπείραζεν ἰδεῖν εἰ φοβῇ κύριον τὸν θεόν σου». ὅτι δὲ ὁ πειράζων ἐπείραζεν, εἴρητο, ἑτέρως δὲ μετὰ τὴν εἰς Βαβυλῶνα μετοικε- σίαν φαίνεται. οὐ γὰρ ἂν ὁ τὰ πάντα γινώσκων θεός (ὡς ἐκ πολλῶν ἔστιν δεῖξαι) ἐπείραζεν, ἵνα γνῷ αὐτός, ὁ τὰ πάντα προγινώσκων. εἰ δὲ βούλει, περὶ τούτου τὸν λόγον ποιησώμεθα, καὶ δείξω προγινώσκοντα τὸν θεόν. τὸ δὲ ἀγνοεῖν αὐτὸν ψεῦσμα Χν καὶ τοῦτο πρὸς πειρασμὸν γρα- φὲν ἀποδέδεικται. οὕτως ἡμεῖς, ὦ Σίμων, οὔτε ἀπὸ γραφῶν οὔτε ὑφ' ἑτέρου τινὸς σκανδαλισθῆναι δυνάμεθα οὔτε πολλοὺς θεοὺς ἀπο- δέξασθαι ἀπατώμεθα οὐδὲ λόγῳ τινὶ κατὰ τοῦ θεοῦ λεγομένῳ συν- τιθέμεθα. ἴσμεν γὰρ καὶ αὐτοὶ ἀπὸ τῶν γραφῶν ἀγγέλους θεοὺς λεχθέντας, λέγω δὲ ὡς ὁ ἐπὶ τῆς βάτου λαλήσας καὶ τῷ Ἰακὼβ παλαί- σας, ἀλλὰ καὶ τὸν γεννώμενον Ἐμμανουὴλ [καὶ] τὸν λεγόμενον θεὸν ἰσχυρόν. ἀλλὰ μὴν καὶ Μωυσῆς θεὸς Φαραὼ ἐγενήθη, τῷ δὲ ὄντι ἄν- θρωπος ἦν. ἔτι δὲ καὶ τὰ εἴδωλα τῶν ἐθνῶν. ἡμῖν δὲ εἷς θεός, εἷς ὁ τὰς κτίσεις πεποιηκὼς καὶ διακοσμήσας τὰ πάντα, οὗ καὶ ὁ Χριστὸς υἱός, ᾧ πειθόμενοι ἀπὸ τῶν γραφῶν τὰ ψευδῆ ἐπιγινώσκομεν. ἔτι δὲ καὶ ἐκ πατέρων ἐφοδιαζόμενοι τῶν γραφῶν τὰ ἀληθῆ ἕνα μόνον οἴδαμεν τὸν πεποιηκότα τούς τε οὐρανοὺς καὶ τὴν γῆν, θεὸν Ἰουδαίων καὶ πάντων τῶν σέβειν αὐτὸν αἱρουμένων. τοῦτον καὶ θεοφιλεῖ λογισμῷ ἀληθῆ δογματίσαντες οἱ πατέρες παρέδοσαν ἡμῖν, ἵνα εἰδῶμεν ὅτι, εἴ τι κατὰ τοῦ θεοῦ λέγεται, ψεῦ- δός ἐστιν. ἀλλὰ καὶ ὑπερβαλλόντως τι ἐρῶ· Eἰ τοῦτο οὕτως ὡς ἔφην οὐκ ἔχει, ἐμοὶ γένοιτο καὶ τοῖς τἀληθὲς ἀγαπῶσιν περὶ εὐφημίας τοῦ πεποιηκότος ἡμᾶς θεοῦ κινδυνεύειν. Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· Ἐπειδὴ καὶ τῷ τὰ σημεῖα καὶ τέρατα διδόντι προφήτῃ, ἄλλον δὲ θεὸν λέγοντι φὴς μὴ δεῖν πιστεύειν μετὰ τοῦ εἰδέναι ὅτι καὶ θάνατον ὀφείλει, οὐκοῦν καὶ ὁ διδάσκαλός σου ση- μεῖα καὶ τέρατα δεδωκὼς εὐλόγως ἀνῃρέθη. καὶ ὁ Πέτρος ἀπεκρίθη· Ὁ κύ- ριος ἡμῶν οὔτε θεοὺς εἶναι ἐφθέγξατο παρὰ τὸν κτίσαντα τὰ πάντα οὔτε ἑαυτὸν θεὸν εἶναι ἀνηγόρευσεν, υἱὸν δὲ θεοῦ τοῦ τὰ πάντα διακο- σμήσαντος τὸν εἰπόντα αὐτὸν εὐλόγως ἐμακάρισεν. καὶ ὁ Σίμων ἀπε- κρίνατο· Oὐ δοκεῖ σοι οὖν τὸν ἀπὸ θεοῦ θεὸν εἶναι; καὶ ὁ Πέτρος ἔφη· Πῶς τοῦτο εἶναι δύναται, φράσον ἡμῖν. τοῦτο γὰρ ἡμεῖς εἰπεῖν σοι οὐ δυνάμεθα, ὅτι μὴ ἠκούσαμεν παρ' αὐτοῦ. πρὸς τούτοις δὲ τοῦ πα- τρὸς τὸ μὴ γεγεννῆσθαί ἐστιν, υἱοῦ δὲ τὸ γεγεννῆσθαι· γεννητὸν δὲ ἀγεννήτῳ ἢ καὶ αὐτογεννήτῳ οὐ συνκρίνεται. καὶ ὁ Σίμων ἔφη· Eἰ καὶ τῇ γενέσει οὐ ταὐτόν ἐστιν; καὶ ὁ Πέτρος ἔφη· Ὁ μὴ κατὰ πάντα τὸ αὐτὸ ὤν τινι τὰς αὐτὰς αὐτῷ πάσας ἔχειν προσωνυμίας οὐ δύναται. καὶ ὁ Σίμων· Τοῦτο λέγειν ἐστίν, οὐκ ἀποδεικνύειν. καὶ ὁ Πέτρος· ∆ιὰ