127
Oὔτε οὖν ἡ φυσικὴ κάθαρσις βδελυκτὴ Θεῷ, ὃς αὐτὴν ᾠκονόμησεν συμβαίνειν γυναιξὶν ἐν τριακονθημέρῳ συστά σεως χάριν καὶ εὐρῳστίας ἀκινητοτέραις ὑπαρχούσαις, ἅτε ἐν οἰκίᾳ καθημέναις τὸ πλεῖον. Oὐ μὴν δὲ ἀλλὰ καὶ ἐν τῷ Eὐαγγελίῳ ὁ Κύριος, τῆς αἱμορροούσης ἁψαμένης τοῦ σωτηρίου κρασπέδου ὑγείας χάριν, οὐκ ἠχθέσθη ἐπ' αὐτῇ, οὔτε μὴν ὅλως ᾐτιάσατο, τοὐναντίον δὲ καὶ ἰάσατο αὐτὴν φήσας· «Ἡ πίστις σου σέσωκέν σε.» Καὶ φυσικῶν μὲν φαινομένων ταῖς γυναιξὶν οἱ ἄνδρες μὴ συνερχέσθωσαν προνοίας ἕνεκεν τῶν γεννωμένων· ἀπεῖπεν γὰρ ὁ Νόμος· «Πρὸς γυναῖκα γάρ, φησίν, ἐν ἀφέδρῳ οὖσαν οὐ προ σεγγιεῖς.» Μήτε μὴν ἐγκυμονούσαις ὁμιλείτωσαν αὐταῖς· οὐκ ἐπὶ παίδων γὰρ γενέσει τοῦτο ποιοῦσιν, ἀλλ' ἡδονῆς χάριν, οὐ δεῖ δὲ φιλήδονον τὸν φιλόθεον ὑπάρχειν. Aἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσι καὶ διὰ τιμῆς αὐτοὺς ἔχετε καὶ φόβῳ καὶ ἀγάπῃ δουλεύετε αὐτοῖς, ὡς ἡ ἁγία Σάρρα τὸν Ἀβραὰμ ἐτίμα οὐδὲ ἐξ ὀνόματος αὐτὸν ὑπομένουσα καλεῖν, ἀλλὰ κύριον αὐτὸν προσαγο ρεύουσα ἐν τῷ λέγειν· «Ὁ δὲ κύριός μου πρεσβύτης.» Ὁμοίως καὶ οἱ ἄνδρες, στέργετε τὰς ἑαυτῶν γυναῖκας ὡς ἴδια μέλη, ὡς κοινωνοὺς βίου καὶ συνεργοὺς πρὸς γένεσιν παίδων. «Συνευφραίνου γάρ, φησίν, μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου, ἔλαφος σῆς φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ.» Ἀγαπᾶτε οὖν αὐτὰς ὡς οἰκεῖα μέλη, ὡς ὑμέτερα σώματα· γέγραπται γὰρ οὕτως· «Κύριος διεμαρτύρατο ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, καὶ αὕτη κοινωνός σου καὶ οὐκ ἄλλος ἐποίησεν, καὶ ὑπόλειμμα πνεύματός σου· καὶ φυλάξασθε τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς.» Ἀνὴρ οὖν καὶ γυνή, νομίμῳ γάμῳ συνερχόμενοι καὶ ἀπ' ἀλλήλων ἐγειρόμενοι, ἀπαρατηρήτως προσευχέσθωσαν· καὶ μὴ λου σάμενοι καθαροί εἰσιν. Ὃς δ' ἂν ἀλλοτρίαν γυναῖκα ὑποφθεί ρας μιάνῃ ἢ συμμιανθῇ πόρνῃ, ἀναστὰς ἀπ' αὐτῆς, οὐδ' ἂν τὸ πέλαγος ὅλον καὶ τοὺς ποταμοὺς πάντας ἀπολούσηται, καθαρὸς εἶναι δυνήσεται. Μὴ παρατηρεῖσθε οὖν τὰ ἔννομα καὶ φυσικά, νομίζοντες μολύνεσθαι δι' αὐτῶν, μηδὲ ἐπιζητεῖτε ἰουδαϊκοὺς ἀφορισμοὺς ἢ συνεχῆ βαπτίσματα ἢ καθαρισμοὺς ἐπὶ θίξει νεκροῦ. Ἀπαρατηρήτως δὲ συναθροίζεσθε ἐν τοῖς κοιμη τηρίοις, τὴν ἀνάγνωσιν τῶν ἱερῶν βιβλίων ποιούμενοι καὶ ψάλλοντες ὑπὲρ τῶν κεκοιμημένων μαρτύρων καὶ πάντων