Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Πνεύματος ἐνέργειαν, οὖ ἡ χάρις ζέοντας ἡμᾶς ἀποτελεῖ τῷ πνεύματι, καὶ πάντα ῥύπον ἐκτήκει τὸν ἐν ἡμῖν, πυρὸς δίκην ἀοράτως εἰσχεομένη. ∆ιὰ γάρ τοι τοῦτο βαπτίζεσθαί φασιν ἡμᾶς οἱ πνευματοφόροι παρὰ Χριστοῦ Πνεύματι ἁγίῳ καὶ πυρί. Καὶ τὸ τίμιον δὲ αἷμα Χριστοῦ οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας τῆς εἰς τὸ ἔσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι οὐκ ἐᾷ πρὸς ῥᾴθυ μον. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, κ.τ.λ. (A f. 290) Ἀκουστὴν, φησὶ, γενέσθαι μοι παρα 69.1097 σκευάσεις διὰ τοῦ Πνεύματος τὴν ἐν ἐσχάτοις και ροῖς ἐσομένην ἀγαλλίασιν. Τίς δὲ ἂν εἴη αὕτη, ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ τῆς ἀναστάσεως; Ἣν καὶ ἔδειξεν εἰπών· "Ἀγαλλιάσονται ὀστέα τεταπεινω μένα." Πότε δὲ ἄλλοτε ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ, ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ' ὃν, ὡσεὶ προφητεία, "Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ;" Εἰκότως δὲ μετὰ τὸ, "Ῥαντιεῖς με," ταῦτα ἐπήγαγεν· ἕπεται γὰρ τῇ τοῦ ἁγίου βαπτίσμα τος χάριτι ἡ τῆς ἀναστάσεως ἐλπὶς, εἰς ἀρχὰς ἀνα φέρουσα τοὺς πιστεύοντας εἰς Χριστὸν ἀτελευτήτου καὶ τρισμακαρίας ζωῆς. Τότε γὰρ οἱ δίκαιοι ἐκλάμ ψουσιν ὡς ὁ ἥλιος, καὶ τοῖς ὑπὲρ νοῦν ἐντρυφῶντες ἀγαθοῖς ἀκατάληκτον ἕξουσι τὴν εὐφροσύνην. Οὐκοῦν ἡ μὲν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις πράττεται παραχρῆμα· δίδοται γὰρ ἡ χάρις ἐν Χριστῷ, τοῦ ἁγίου Πνεύματος ἁγιάζοντος καὶ διασμήχοντος τὰς τῶν πιστευόντων καρδίας. Ἀκούεται δὲ, καὶ τέως ἐστὶν ἐλπὶς οὐκ ἐψευσμένη, ἡ ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς ἀγαλλίασίς τε καὶ εὐφροσύνη. ∆οκεῖ δέ τισι τῶν ἐξηγητῶν ἀγαλλίασις καὶ εὐφροσύνη, ἀκοαῖς θείαις ἐνηχουμένη, οὐχ ἑτέρα τις εἶναι παρὰ τὸν ταύτης πάροχον, φημὶ δὴ Χριστὸν, ὃς ἀνανεώσει καὶ ἀναστήσει τῆς ἑκάστου ψυχῆς τὰς δυνάμεις παθού σας τὴν συντριβήν. Ὀστᾶ γὰρ νοητέον ἐνταῦθα τὰς εὐτονίας τοῦ νοῦ. Ἁπλούστερον δέ φημι· Ἀκούσαιμι, φησὶ, τὴν φωνὴν τῆς ἀγαλλιάσεως, ὅτι ἀφεῖταί μοι καὶ συγκεχώρηται ἡ διπλῆ ἁμαρτία. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ τιῶν μου, κ.τ.λ. (A f. 290, L f. 135.) Μὴ εἴδῃς, φησὶ, τὰς ὑπ' ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ' ἐμὲ τὸν ταύτας ὀλοφυρό μενον. -Τὸ δὲ ταῦτα αἰτεῖν, οὐδὲν ἦν ἕτερον, πλὴν ὅτι τὴν ἐν Χριστῷ βούλεσθαι δοθῆναι χάριν τοῖς ἐπὶ τῆς γῆς. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. (A f. 290.) Κτίσις ἐν τῇ Γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανὸν, τοῦτό ἐστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσα σθαι. Κτίζει δὲ καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶ μεταβολὴ πρὸς τὸ βέλτιον. Καὶ ἄκουσον τοῦ ∆αβίδ· ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ ἐκτισμένη, συνεπεώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ, 69.1100 καὶ πρὸς φθορὰν κατεφέρετο, "Κτίσον, φησὶν, ἐν ἐμοὶ καρδίαν καθαράν·" οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς λέγων, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας.-(A f. 290 b, I. f. 135.) Τάχα δὲ καὶ ὡς ῥυπώσης τῆς ἁπάντων καρ δίας, διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ τῆς εἰς τὸ φαῦλον παρατροπῆς, ἀναστοιχείωσίν τινα τῶν καθ' ἡμᾶς γενέσθαι πραγμάτων οἱ ἅγιοι παρακαλοῦσι παρὰ τοῦ πάντων δημιουργοῦ τοῦ καὶ εἰδότος τὸ πλάσμα ἡμῶν καὶ πάντα ποιεῖν ἰσχύοντος, ὃ δὴ καὶ πεποίηκεν. Ἀνεκτίσθημεν γὰρ ἐν Χριστῷ τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν, καὶ καρδίαν ἐσχήκαμεν καθαρὰν, μεθορμισθέντες εἰς ἔφεσιν ἀρετῆς. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα τὸ ἄγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. (A f. 291, B f. 201.) Ἐκ τῶν καθ' ἑαυτὸν κινηθεὶς ὁ ∆αβὶδ, τὸ κοινὸν τῆς ἀνθρωπότητος πρόσωπον ἀναλαβὼν, τὰς ὑπὲρ τῆς ὑπ' οὐρανὸν ποιεῖται λιτάς. Ἀπὸ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὥσπερ ἐν ἀπαρχῇ τοῦ γένους, ἐν ἀποστροφῇ τοῦ Θεοῦ γέγονεν ἡ ἀνθρώπου φύσις· καὶ γοῦν ἔξω τέθειται τοῦ παρα δείσου, καὶ ἐπάρατος ἦν ἡ πάλαι ὑπὸ τοῦ ∆ημιουργοῦ εὐλογηθεῖσα. Ἐκτεινομένου δὲ τοῦ γένους εἰς πλῆ θος, καὶ τυραννούσης κατὰ πάντων τῆς ἁμαρτίας. ἀπέπτη καὶ τὸ ἐν ἀρχαῖς ἐμφυσηθὲν ἡμῖν ἅγιον Πνεῦμα Θεοῦ, καὶ τὸ τῆς εἰκόνος παρεχαράττετο κάλλος. Ἔφη γὰρ ὁ τῶν