127
καὶ ἀναβήτω. Ταῦτα κατὰ παντὸς γράψας δηλονότι κοινῇ τὴν ἐπάνοδον πᾶσιν Ἰουδαίοις ἐθέσπισε τοῖς βουλομένοις. πρόδηλον ἄρα ὅτι πληρωθέντος ῥήματος κυρίου τοῦ λαληθέντος ἐν στόματι Ἱερεμίου τῷ αʹ ἔτει Κύρου κατὰ τὴν θείαν γραφὴν τὸ οʹ ἔτος τῆς αἰχμαλωσίας πεπλήρωται. ἀνατρέ χουσι δὲ ἡμῖν ἀπὸ τοῦ αʹ ἔτους Κύρου καὶ αὐτοῦ ἐπὶ τὸ δʹ ἔτος Ἰωακεὶμ τὸ οʹ ἔτος εὑρίσκομεν ἀρχόμενον οὕτως· Κύρου ἔτος αʹ. ∆αρείου Ἀστυάγους ἔτη ιζʹ. Νιριγλησάρου τοῦ καὶ Βαλτάσαρ ἔτη γʹ. Εὐειλὰδ ἔτη εʹ. Ναβουχοδονόσωρ ἔτη κδʹ. Σεδεκίου ἔτη ιαʹ. τῶν βʹ Ἰεχονίων ἔτος αʹ. Ἰωακεὶμ ἔτη ηʹ. ὁμοῦ γίνονται ἔτη οʹ ἀπὸ τοῦ γʹ ἔτους Ἰωακεὶμ ἕως τοῦ αʹ ἔτους Κύρου. Πληρουμένου γὰρ τοῦ γʹ ἔτους Ἰωακεὶμ καὶ ἀρχομένου τοῦ δʹ ἡ ἀρχὴ τῆς βασιλείας Ναβουχοδονόσωρ ἐγένετο καὶ ἡ πρὸς Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα πρόρρησις καὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ ἀναμιμνήσκουσα αὐτούς, ὅπως ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου ἕως τοῦδε ἔτους κγʹ παρήκουον τοῦ θεοῦ φειδομένου αὐτῶν καὶ ἐξαποστέλλοντος τοὺς προφήτας εἰς διόρθωσιν τῆς εἰδωλομανίας αὐτῶν, καὶ οὐ προσεῖχον αὐτοῖς. ἡνίκα καὶ ἡ τῆς ἐρημώσεως ἀπόφασις δέδοται καὶ ὁ ἑβδομηκον ταετὴς χρόνος διὰ στόματος Ἱερεμίου ὡρίσθη, καὶ ἡ τῶν Χαλδαίων ἐρήμωσις γέγονε τῷ αὐτῷ τῆς ἀνακλήσεως ἔτει τῶν Ἰουδαίων, ἀρχο μένης τῆς Κύρου βασιλείας τοῦ πρώτου Περσῶν βασιλεύσαντος. Ἔχει δὲ ἡ τῆς προφητείας λέξις ταῦτα· ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν ἐν ἔτει δʹ τῆς βασιλείας Ἰωακείμ. διὰ τοῦτο τάδε λέγει κύριος. ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, ἰδοὺ ἐγὼ ἀποστελῶ καὶ λήψομαι τὴν πατριὰν τοῦ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς. καὶ ἐξερη μώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν αἰώνιον, καὶ ἀπολῶ ἀπ' αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν 280 νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμὸν καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν οʹ ἔτη. καὶ ἐν τῷ συμπληρωθῆναι τὰ οʹ ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, φησὶ κύριος, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον. Πρόδηλον δὴ τοῖς βουλομένοις ὀρθῶς νοεῖν ὅτι ἡ τῶν οʹ ἐτῶν ἀπόφασις θεία κατὰ τοῦ οἴκου Ἰούδα καὶ τῆς Ἱερουσαλὴμ ἀπὸ δʹ ἔτους Ἰωακεὶμἐξηνέχθη καὶ ἀπὸ τούτου τοῦ χρόνου ἐδούλευσαν τοῖς ἔθνεσι. Τῷ γὰρ αὐτῷ ἔτει Ναβουχοδονόσωρ ἀνελὼν τὸν Φαραῶ Νεχαῶ, ὃς ἦν καθεστακὼς τὸν Ἰωακεὶμ βασιλεύειν τῆς Ἱερουσαλήμ, ἀποστήσας τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου καὶ μεταστήσας εἰς Αἴγυπτον, ἀνέβη ἐπὶ τὸν Ἰωακείμ, καὶ ἐγεννήθη αὐτῷ δοῦλος ἔτη γʹ. καὶ ἀποστάντα ᾐχμαλώτευσε σὺν τοῖς ἄρχουσι τοῦ λαοῦ καὶ τῶν πολεμιστῶν τοῖς ἀλκιμωτέροις, τέκτοσί τε καὶ τοῖς λοιποῖς ἐκλεκτοῖς ἅπασιν ἱεροῖς καὶ ὡς ἐκεῖ γέγραπται, ὡς εἶναι ταύτην κυρίως αἰχμαλωσίαν χωρὶς τοῦ ἐμπρησμοῦ οἴκου κυρίου καὶ τῆς πόλεως. ἀφ' οὗ οὖν χρόνου ἐδούλευσαν τοῖς ἔθνεσιν ἤγουν τοῖς Χαλδαίοις καὶ ἡ θεία κατ' αὐτῶν ἐξηνέχθη ἀπόφασις τῷ δʹ ἔτει Ἰωακείμ, ἕως τοῦ αʹ ἔτους Κύρου ἀριθμούμενα ἔτη συνάγεται ἀκριβῶς οʹ ἄνευ πάσης βίας καὶ ὑφαιρέσεως τῆς οἱασοῦν ἢ προσθήκης ἐτῶν. οἱ δὲ λοιποὶ πάντες τρόποι τῆς συναριθμήσεως τῶν αὐτῶν οʹ ἐτῶν ἠναγκασμένοι πεφύκασι. καὶ μηδεὶς ὑπολάβοι τοῦτο τῆς ἀληθείας ἐκτὸς πρὸ τῆς τελείας αἰχμαλωσίας ἔτεσιν κʹ λογιζομένους ἡμᾶς τὸ αʹ ἔτος τῆς αἰχμα λωσίας. τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἐπαγγελιῶν τοῦ Ἀβραὰμ ὁ θεῖος δείκνυσι χρησμὸς γεγονώς· υʹ γὰρ ἔτη δουλεύειν ἔφη τὸ σπέρμα αὐτοῦ ἐν γῇ ἀλλοτρίᾳ πρὸ τοῦ τεχθῆναι τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς πατριάρχας. ἀλλὰ πάντες τῶν αὐτῶν υʹ ἐτῶν τὸν ἀριθμὸν ἀπὸ τῆς θείας ἀποφά σεως ἀριθμοῦσιν. οὐκ ἄτοπον οὖν ἄρα κἀνταῦθα ἀπὸ τῆς διὰ τοῦ προφήτου λεχθείσης Ἱερεμίου θείας ἀποφάσεως, ἥτις, ὡς πολλάκις εἴρηται, τῷ δʹ ἔτει Ἰωακεὶμ ἐξενήνεκται, τὸν τῶν οʹ ἐτῶν ἀριθμεῖν χρόνον τῆς ἐν Βαβυλῶνι παροικίας καὶ τῆς ἐν τῇ Ἰουδαίᾳ δουλείας. τὸ δ' αὐτὸ τέταρτον ἔτος Ἰωακεὶμ πρῶτον