127
προσετέτακτο ἐποίει κατὰ τάχος. ἐλθὼν δὲ παρὰ τὴν εἰσβολὴν, τὴν στρατιὰν εὗρε πᾶσαν ἤδη ὡρμημένην πρὸς τὰς πόλεις φεύγειν. οἱ γὰρ ἐκ Βυζαντίου μηδὲ τὴν ἐκ βασιλέως ἐπάνοδον περιμείναντες αὐτοῦ, ἀλλὰ νομίσαντες τεθνηκέναι βασιλέα, σκηνάς τε καὶ ἄλλα ὅσα ἐπεφέροντο ἀράμενοι, ἐχώρουν πρὸς τὰς εἰρημένας πόλεις. ὁρῶντες δὲ καὶ οἱ λοιποὶ, οὐκέτι μένειν οὐδὲ αὐτοὶ ἐδύναντο ἐπὶ τοῦ στρατοπέδου, ἀλλὰ κεκίνητο ἤδη πᾶσα πρὸς φυγὴν ἡ στρατιά. ὁ μέγας δὲ δομέστικος ἐν δεινῷ μὲν τὰ γινόμενα ἐποιεῖτο καὶ ὥρμητο τοὺς πρώτους τῆς φυγῆς ἀρξαμένους ἀναστρέφειν. ὡς δὲ οὐδὲν τῶν προσηκόντων ἴσχυε πράττειν, πᾶσα γὰρ ἤδη κεκίνητο ἡ στρατιὰ, τῶν ἄλλων ἀμελήσας, διὰ σπουδῆς ἐποιεῖτο πάσης καὶ φροντίδος τὴν βασιλέως σωτηρίαν, καὶ ᾗ τάχιστα εἶχε, πρὸς τὴν βασιλέως σκηνὴν ἐλθὼν, τοῦτον μὲν οὐχ εὗρεν. ἡ γὰρ θεραπεία ἡ περὶ αὐτὸν τὴν μὲν στρατιὰν ἤδη πᾶσαν ὁρῶντες ὡρμημένην πρὸς φυγὴν καὶ τὸ στρατόπεδον ἔρημον καταλειφθὲν, τόν τε βασιλέα ἀδυνάτως ἔχοντα διὰ τὸ τραῦμα ἵππῳ χρῆσθαι, δείσαντες περὶ αὐτῷ, ἄραντες ἐπὶ τάπητος, ἑνὶ τῶν παρατυχόντων ἐνέβαλον λέμβῳ καὶ ἐκέλευον τοῖς ναύταις εἰς Βυζάντιον ἐλαύνειν. ἀναστρέψας δὲ ἐχώρει καὶ αὐτὸς εἰς Φιλοκρήνην. εἰς τέτταρα δὲ ἡ στρατιὰ διαιρεθεῖσα, τὸ μὲν αὐτῆς ἐχώρησεν εἰς Φιλοκρήνην, εἰς Νικητιάτου δὲ τὸ λοιπὸν, εἰς ∆ακίβιζαν δὲ τὸ τρίτον, καὶ τὸ τέταρτον εἰς τὸ Ῥιτζίου. Ὀρχάνης δὲ τῶν γινομένων μηδὲν εἰδὼς, 1.361 ὅμως Παρζαλοῦν τὸν ἀδελφὸν μετά τινων Περσῶν ὀλίγων ἐκέλευσεν ἐλθόντα κατασκέψασθαι τὴν βασιλέως στρατιάν. ᾤετο γὰρ αὐτοὺς οὐδὲ τὴν νύκτα καθευδήσειν ἀμερίμνως, ἀλλ' ἐπιχειρήσειν τι πρὸς κάκωσιν αὐτῶν. ὁ δ' ὑπὸ τὸ σκότος ὡς ἐνῆν μάλιστα λαθὼν καὶ γενόμενος ἐγγὺς τοῦ στρατοπέδου, ἐπεὶ ᾐσθάνετο τὴν στρατιὰν κεκινημένην, ταχέως Ὀρχάνῃ τῷ ἀδελφῷ ἐδήλου. τῷ δ' ἐδόκει μὲν εὐθὺς οὐκ ἐπ' ἀγαθῷ τῷ σφετέρῳ κίνησις τῆς στρατιᾶς καὶ διεσέσειστο τοὺς λογισμούς· μετὰ μικρὸν δὲ Παρζαλοῦς καὶ δεύτερον πέμψας ἄγγελον, ἐδήλου τὴν Ῥωμαίων στρατιὰν ἀτάκτως καὶ πεφυρμένως ἀναστᾶσαν ἐκ τοῦ στρατοπέδου, μὴ τὴν εἰς Βυζάντιον τραπέσθαι, ἀλλὰ τὴν πρὸς τὰς εἰρημένας τῆς Βιθυνίας πόλεις. ὁ δ' ἐπεὶ ἐπύθετο, ἐπεὶ καὶ περὶ ὄρθρον ἦν ἡ νὺξ, ἄρας καὶ αὐτὸς πανστρατιᾷ, ἦλθεν εἰς Φιλοκρήνην περὶ ὥραν τῆς ἡμέρας μάλιστα δευτέραν. Ῥωμαῖοι δὲ οἱ εἰς αὐτὴν ἐλθόντες, ἐπεὶ συνέβη τὸ κλεῖθρον τῆς πύλης ἀπολέσθαι, ἀναμὶξ ἑστῶτες μετὰ τῶν σκευοφόρων, ὡς οἱ Πέρσαι ἤδη κατάδηλοι ἦσαν ἐπιόντες, πρῶτα μὲν οὐκ ἠδυνήθησαν εἰς τάξιν καταστῆναι καὶ ἀμύνασθαι τοὺς βαρβάρους, κωλυόμενοι ὑπό τε τῶν ἀχθοφόρων καὶ τοῦ ἄλλου οἰκετικοῦ ἀναπεφυρμένου αὐτοῖς. ἐπεὶ δὲ τῶν κλείθρων εὑρημένων, ἀνεῴχθησαν αἱ πύλαι, οἱ πλείους ἀθρόοι ὥρμησαν ἐντὸς ἐλθεῖν. γενομένου δὲ ὠθισμοῦ πολλοῦ κατὰ τὴν εἴσοδον καὶ συνθλιβομένων ὑπ' ἀλλήλων καὶ συμπατουμένων, ἀπέθανον μὲν τρεῖς κατὰ τὰς πύλας, τῶν ἄλλων εἰσελθόντων, ἔξω δὲ ὑπὸ τῶν βαρβάρων δύο μὲν ἀπέθανον καὶ τριάκοντα· 1.362 ἐξ ὧν ἦσαν δύο τῶν ἐπιφανῶν, Μανουὴλ ὁ Ταρχανειώτης καὶ ὁ Καντακουζηνὸς Νικηφόρος, τοῦ μεγάλου δομεστίκου καὶ ἀμφότεροι τυγχάνοντες ἀνεψιοί. ἑάλωσαν δὲ καὶ ζῶντες πεντήκοντα καὶ ἑκατὸν, ὧν οἱ πλείους ἐκ τῶν ὑπηρετούντων τοῖς στρατιώταις ἦσαν. ἵπποι δὲ οἱ ἀφαιρεθέντες ἐγένοντο ὡς τετρακόσιοι. ἔπειτα οἱ ἄλλοι συστραφέντες, συνεπλάκησάν τε τοῖς βαρβάροις καὶ ἀπέκτειναν ἐξ αὐτῶν ὀλίγῳ δέοντας διακοσίων. Ὀρχάνης δὲ ὁρῶν ἤδη τοὺς Ῥωμαίους ἀμυνομένους, μὴ δυνάμενός τι δράσαι πλέον, ἀπήγαγέ τε τὴν στρατιὰν τῆς Φιλοκρήνης καὶ ἐστρατοπέδευσεν ἐκεῖ. τοσοῦτοι μὲν ἀπέθανον κατὰ τὴν Φιλοκρήνην καὶ ἑάλωσαν ζῶντες. τῇ προτεραίᾳ δὲ κατὰ τὰς μάχας οἱ σύμπαντες ἀπέθανον ἱππεῖς τε καὶ πεζοὶ ἑπτὰ καὶ τεσσαράκοντα, καὶ ὁ μέγας ἑταιρειάρχης Ἐξώτροχος κατὰ τὴν τελευταίαν συμπλοκὴν, ὃς καὶ ἐλέγετο οὐχ ὑπὸ βαρβάρου, ἀλλ' ὑπὸ Ῥωμαίου τινὸς πληγῆναι, εἴτε ἀγνοήσαντος αὐτὸν, ἤδη γὰρ ἐπελάβετο ἡ νὺξ, εἴτε καὶ κατά τινα διαφορὰν ἀμυνομένου, τοῦ σκότους συνεπικρύπτοντος τὴν