127
πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ ̓Αντιόχου περὶ τὸν ορθρον· καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν ητταν τῶν ἐναντίων ἐπανελθὼν ὁ ̓Ιούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν αφθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ' ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν ̓Ιουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ ̓Ιούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς ̓Αντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν ̓Ιουδαίαν ἐμβαλεῖν. ο γε μὴν Ἰούδας εἰς ̔Ιεροσόλυμα ἀναβὰς ωστε τὸν ναὸν ἐκκαθᾶραι, καὶ ερημον αὐτὸν εὑρηκὼς καὶ εν τισι καταπεπρησμένον, ἐθρήνησε. καθάρας δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ αρτους ἐπὶ τὴν τράπεζαν εθηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθ' ην ὁ ναὸς ἐμιάνθη καὶ ἡ θρησκεία ἐβεβηλώθη, τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ ∆ανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ εκτοτε ἑορτάζουσιν οἱ ̓Ιουδαῖοι τὴν ἀνάκτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τειχίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ πέριξ εθνη πολλοὺς τῶν ̓Ιουδαίων διέφθειρεν, ἐνεδρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς ὁ ̓Ιούδας ἠμύνετο καὶ ἀνέστελλεν. 1.320 ̔Ο δ' ̓Αντίοχος μαθὼν πόλιν ειναι ἐν τῇ Περσίδι πλούτῳ κομῶσαν ̓Ελυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν ̓Αρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ωρμησεν ἐπ' αὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπεξελθόντων φεύγων ηκεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέβαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ ̓Αντιόχῳ ἀγγέλλεται ἡ τῶν στρατηγῶν ηττα ἡ ὑπὸ ̓Ιουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε· καὶ γνοὺς ὡς ἀποβιώσεται τοὺς ὑπ' αὐτὸν συνεκάλεσε, καὶ πάσχειν ουτως ειπεν οτι τὸ τῶν ̓Ιουδαίων εθνος ἐκάκωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ενα καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύλιον, ινα ταῦτα κομίσῃ τῷ υἱῷ ̓Αντιόχῳ. ὁ δὲ Λυσίας θανόντα μαθὼν τὸν ̓Αντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα. Οἱ δ' ἐν τῇ ακρᾳ τῶν ̔Ιεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς ̓Ιουδαίους ἀνιόντας εἰς τὸ ἱερὸν ἐπὶ τῷ θῦσαι. διὸ ἐξελεῖν εσπευδε τὴν φρουρὰν ὁ ̓Ιούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. ο μαθὼν ὁ παῖς ̓Αντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρμησε κατὰ τῆς ̓Ιουδαίας καὶ ̔Ιερουσαλήμ. Ἰούδας δὲἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. καὶ ̓Ελεάζαρ ὁ τοῦ ̓Ιούδα ὁμαίμων ὁ καὶ Αυραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γενόμενος επληξεν αὐτὸν καὶ ἀπέκτεινεν. ὁ δ' ἐπικα1.321 τασεισθεὶς τῷ ̓Ελεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος εφθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν ὁ ̓Ιούδας εἰς ̔Ιεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορκίαν παρεσκευάζετο. ̓Αντίοχος δὲ εἰς ̔Ιεροσόλυμα ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ενδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ον ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ ̓Αντίοχος ειασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ ̓Αντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ωστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς ουν εἰς τὴν πόλιν ̓Αντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ορκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ ουτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα ̓Ονίαν ἐπαγόμενος, ος καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς ̓Ιουδαίους βιάζεσθαι παραβῆναι τὰ εθη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αιτιον. ον καὶ πέμψας εἰς Βέρροιαν τῆς Συρίας διέφθειρεν, ετη δέκα τῆς