127
συνθήκη. μόλις ἀνεχόμενος εἰς διασκευὴν τῶν γραμμάτων. ∆ιάστασισ. ὁ διαχωρισμός. ̓Αντιφῶν δὲ λέγει καὶ τὴν διακόσμησιν. ∆ιαστολή. διαχώρισις, ἐξοχή. καὶ πᾶν τὸ ῥηθὲν ὑπ' αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. διαστολὴ καὶ ἡ διανοίας ὁλοκλήρου περιτομή. ειρηται δὲ διαστολὴ ἀπὸ τοῦ διαστέλλειν τὸν ἐγκείμενον νοῦν. ∆ιασφάγεσ. διεστῶσαι πέτραι, η διατομαὶ ορους, η ὁ διεστὼς ορους τόπος, ως φησιν ̔Ηρόδοτος· καὶ διὰ τῆς διασφάγος ῥεῖ. ὡς ἀπὸ τοῦ θεdelta.515 ρίζω θερίξω, καὶ βαστάζω βαστάξω, βαστὰξ, καὶ νεκροβαστὰξ, ουτως ἀπὸ τοῦ σπῶ σπάζω, σπὰξ καὶ τροπῇ σφὰξ καὶ διασφάξ. ∆ιαίρεσισ. ἡ τὸ μονοειδὲς ὡς πολυειδὲς ἀπεσχοινισμένως ποιήσασα. καὶ πάλιν τὸ ἰδίᾳ ἀνὰ μέρος πρὸς ετερον μηδαμῶς γεγονός. η διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ, ἡ τὸ ἀμπὰξ ἀναμέρος τιθεῖσα τὲ καὶ χωρίζουσα καὶ καθ' ἑαυτὴν θεωρεῖσθαι παρασκευάζουσα, κατά τε οὐσίαν καὶ ὑπόστασιν τοῦ ἑκάστου πράγματος υπαρξιν· οιον ὡς ειδος ἐν τοῖς ὑπ' αὐτῷ ἀτόμοις. τούτων γὰρ φυσικῶς κατηγορεῖται, καὶ ἐν αὐταῖς διὰ τῶν ἐνθεωρουμένων αὐτοῖς οὐσιωδῶν ἰδιωμάτων προφαίνεται. κοινὸν γάρ τι καὶ γενικὸν ἡ οὐσία. μᾶλλον δὲ ἁπάντων καὶ γενικῶν κοινότερόν τε καὶ γενικώτερον, καὶ γενικῶν κοινότερόν τε καὶ γενικώτερον, καὶ πάντων κατηγορεῖται, ων ὁ τοῦ ειναι λόγος πρὸς εν ἐστι, τῇ προσλήψει τῆς διαφορᾶς ἐν ολοις προφαίνεται, καθ' ἑαυτὴν αγνωστος ουσα πρὸς αισθησιν διόλου καὶ ἀθεώρητος. ∆ίαιτα. ἡ καθημερινὴ τροφὴ, καὶ ἡ κρίσις. τὴν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον αλλοις. ∆ιατριβή. ἡ σχολὴ, η καιρὸς, καθ' ον ἀναστρέφομεν περί τι. η διάλεξις φιλόσοφος. σημαίνει καὶ τὸ ἐπιτήδευμα καὶ τὸ ἀσχόλημα καὶ τὴν δίαιταν καὶ τὴν διαγωγὴν καὶ τὴν πρόφασιν, ἀφ' ης μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. διατριβὴ δὲ καὶ ἡ ἀργία. ἐγένετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβή. ∆ιατροπή. ἡ συμπάθεια, οικτος. τῶν δὲ Καρχηδονίων πολὺν κλαυθμὸν μετὰ δακρύων προϊεμένων, διατροπῇ μεγάλῃ τὸ συνέδριον ἐπέσχεν. delta.516 ∆ιαύγεια. ἡ ελλαμψις. ὁ ἐν θεολόγοις Γρηγόριος τοῦτο διὰ τοῦ ι γράφει· μὴ λίθων διαυγίαις. προπαροξύνεται δὲ ἐν τῷ ἀττικίζειν. ∆ιαφορότησ. ἡ διαφορά. ∆ιαφορά. εχθρα. †ἡ φιλονεικία.† διαφορὰ τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης. διαφορὰ καὶ ἡ παρὰ τοῖς φιλοσόφοις καλουμένη ἰδιαίτατα, ητις καὶ οὐσιώδης ὑπάρχει. διαφορὰ, ῃτινι περισσεύει τὸ ειδος τοῦ γένους. καὶ πάλιν διαφορά ἐστιν ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ειδει, ἐν τῷ ὁποῖον τί ἐστι κατηγορούμενον, καὶ τὸ χωρίζειν πεφυκὸς τὸ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. καὶ ἡ ετερον ειδος ποιοῦσα καὶ ἡ ἐν τῷ ορῳ παραλαμβανομένη. αυται γὰρ αἱ ὑπογραφαὶ τῆς ἰδιαίτατα εἰσὶ διαφορᾶς καὶ ουτω διαφέρει εκαστος οὐσιωδῶς. καὶ ἡ λεγομένη κοινῶς διαφορὰ τὸ χωριστὸν συμβεβηκὸς, διότι παντὶ τῷ ειδει κοινῶς ἐνθεωρεῖται. οιον ὡς οταν ὁ δεῖνα τοῦδε διαφέρει κατὰ τὸ ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, καὶ κατὰ τὸ καθῆσθαι καὶ ιστασθαι. καὶ ἡ λεγομένη ἰδίως διαφορὰ τὸ ἀχώριστον συμβεβηκός· διότι οὐ παντὶ τῷ ειδει πρόσεστιν, ἀλλὰ τισὶν, οιον οταν ὁ δεῖνα τοῦδε διαφέρει κατὰ τὸ σιμὸν η γλαυκὸν η φαλακρόν. η λόγος, καθ' ον ἡ πρὸς αλληλα τῶν σημαινομένων ἑτερότης σώζεσθαι πέφυκε, καὶ τοῦ πῶς ἐστὶ δηλωτικός. η ἀλλοίωσις φυσικῶν ποιοτήτων η γνωμῶν η πράξεων. ∆ιαχειροτονία. διάκρισίς τις χειροτονίας ἐν πλήθει γενομένης. ουτως ∆ημοσθένης. delta.517 ∆ιαψήφισισ. ἰδίως ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αι γίνονται περὶ ἑκάστου τῶν δημοτευομένων· εἰ τῷ οντι πολίτης ἐστὶ καὶ δημότης, η ξένος ων παραγέγραπται. ∆ιάχυσισ. τέρψις, χαρά. ∆ιδαχή. ἡ διδασκαλία. ουτως ̔Ηρόδοτος. ∆ιεγγύησιν. κατάστασιν ἐγγυητῶν. ουτως ∆ημοσθένης. ∆ιέκδυσιν. διεξέλευσιν. η ἀπόδρασιν. ∆ίεσισ. χώρισμα. ∆ιεκβολάσ. τὰς διόδους, τὰς ἐξόδους. ∆ιέκπλοι. τὸ ἐμβάλλειν καὶ διασχίζειν τὴν τῶν ἐναντίων τάξιν, καὶ πάλιν ὑποστρέφειν καὶ αυθις ἐμβάλλειν. ἀναστροφαὶ δέ εἰσιν αἱ εἰς τοὐπίσω ὑποχωρήσεις. ∆ίεξιν. διεξέλευσιν. ∆ιέξοδοσ. οθεν τὶς ἐκπορεύεται. καὶ αἱ πνοαὶ καὶ αἱ ἐκκρίσεις διέξοδοι λέγονται.