τῷ ∆ιί. διὸ οὐδὲ πολυωρεῖ ἐν τοῖς ἄνω, ἀλλὰ κάτω ῥίπτεται «ἀπὸ βηλοῦ θεσπεσίοιο», ὥς φησι μετ' ὀλίγα ὁ ποιητής. οὐ γὰρ φίλος ἐκεῖνος τῷ ∆ιί, ἀλλὰ μᾶλλον τῇ μητρὶ Ἥρᾳ. πάθος γὰρ Ἥρας ὁ τοιοῦτος Ἥφαιστοςἤτοι ἀέρος σύμπτωμα, ὅτε <μὴ> φιλίως ἔχει πρὸς τὸν αἰθέρα μηδὲ κατὰ φύσιν, ἀλλὰ ταῖς γῆθεν ἀναθυμιάσεσιν ὥσπερ φραγνυμένη πρὸς τὸν ∆ία ἐκπεπολέμωται. τότε γὰρ οἱ κεραυνοὶ καὶ οἱ σκηπτοὶ γίνονται καὶ εἴ τι ἄλλο τοιοῦτο τῷ αἰθέρι ἐπιπροσθοῦν. διὸ καλῶς ἂν καὶ μήτηρ τοῦ τοιούτου οὐρανίου Ἡφαίστου τοῦ, ὡς ἐρρέθη, χωλοῦ ἡ Ἥρα κατὰ μόνας λέγοιτο καὶ μόνη τεκεῖν αὐτόν, καθά τινες τῶν μυθογράφων φασίν, ὡς αὐτὴ αἰτία οὖσα τῆς τῶν τοιούτων ἐν μετεώρῳ παθῶν γενέσεως. ἀστεῖοι δ' ὁμοίως καὶ οἱ μὴ τῆς Ἥρας μόνης υἱὸν αὐτὸν ποιοῦντες, ἀλλ' ὁμοῦ Ἥρας καὶ ∆ιός, πλὴν ἀπὸ κλεψιγαμίας, ὅτε «φίλους λήθοντε τοκῆας» εἰς εὐνὴν ἐφοίτων· κλέπτουσι γὰρ τὰ τοιαῦτά πως πάθη τὸ γίνεσθαι καὶ οὐ παρρησιάζονται τὴν φυσικὴν ἀεὶ γένεσιν. Ἐπεὶ δὲ χωλὸς καὶ ὁ λοιπὸς τῆς ἀλληγορίας Ἥφαιστος, τὸ περὶ γῆν δηλονότι, ὡς ἐρρέθη, πῦρ, ἀστείως ἂν καὶ τούτου μήτηρ ἡ αὐτὴ ὁμοίως Ἥρα λέγοιτο. ἐξ ἀέρος γὰρ ἀληθῶς καὶ ὁ τοιοῦτος Ἥφαιστος, οὐ μόνον ὅτι ἡ φλὸξ ἀήρ ἐστιν ἐξαφθείς, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν ἔοικεν εἰς τὴν γῆν ἄνωθέν ποθεν ἐλθεῖν, ἢ κεραυνοῦ ὡς εἰκὸς κατενεχθέντος καὶ ξύλῳ ἐνσκήψαντος καὶ οὕτως ἀρχήν τινα καὶ σπέρμα πυρὸς ἐνδόντος ἀνθρώποις, ἢ καὶ διά τινος μηχανῆς πυρὸς ἐξ ἀέρος κατενεχθέντος, ὁποῖα καὶ τὰ διὰ λίθων, κρυστάλλων καὶ ὑέλων ἐξαπτόμενα· καὶ τὰ πυρεῖα δὲ τῇ τοῦ μεταξὺ ἀέρος ἐκπυρώσει ἐκφαίνουσι πῦρ καὶ ξύλον δὲ σιδήρῳ συχνὰ προστριβόμενον, ἢ καὶ ξύλον ξύλῳ ἐξεπύρωσε τὸ μεσολαβοῦν τοῦ ἀέρος καὶ πῦρ ἄφαντον ἔφηνε. Καὶ οὕτως Ἥρας υἱὸς ὁ χωλὸς Ἥφαιστος ὅ τε οὐράνιος ἄνω καὶ κάτω ὁ περὶ γῆν, εἰ δὲ βούλει, σὺν τῇ Ἥρᾳ καὶ ∆ιὸς διὰ τὴν ἄνωθεν ἐκ μετεώρου κατένεξιν, ὡς εἶναι διὰ ταῦτα τὸν μὲν ὑπερβολικὸν Ἥφαιστον φίλον Ἥρᾳ μᾶλλον ἤπερ ∆ιί, τὸν δὲ εὔκρατον τὸν στοιχειακὸν ∆ιὶ μᾶλλον ἤπερ τῇ Ἥρᾳ πεφιλιῶσθαι. ὅλως δέ, ἵνα τὰ μακρὰ τῆς ἀλληγορίας ἐπιτμηθῇ τῆς ἤδη διὰ πλειόνων ἐκτεθείσης, Ἥφαιστος μέν ἐστιν ἡ ἁπλῶς θερμότης ἢ ἡ καθ' ὑπερβολὴν καὶ καυστική. τούτων δὲ ἡ μὲν ἁπλῶς θερμότης φιλίαν τε μεσιτεύει τῷ ∆ιὶ καὶ τῇ Ἥρᾳ καὶ θεοῖς οἰνοχοεῖ καὶ τῶν ἄνω οὐκ ἀπολείπεται, ἡ δὲ καθ' ὑπερβολὴν καὶ καυστική, ἀλλ' αὕτη χωλή τέ ἐστιν ἀεί, ὡς προείρηται, καὶ ἄνωθεν κάτω ῥίπτεται· διὸ οὔτε μόνον οὐρανία ἐστὶν οὔτε μόνον χθονία, ἀλλὰ καὶ περὶ γῆν διὰ τὴν ἐξ ἀνθρώπων χρῆσιν αὐτῆς καὶ διὰ τὰς πολλαχοῦ ἀναδόσεις τῶν αὐτομάτων θερμοτήτων, καὶ οὐρανία δὲ διὰ τὰς τῶν ἀστραπῶν γενέσεις καὶ τῶν κεραυνῶν καὶ τῶν τοιούτων μετεώρων παθῶν. ἔστι δ' ὅτε ἡ αὐτὴ καὶ ἄμφω τὰ κατ' αὐτόν, ἄνω μὲν γενομένη, κάτω δὲ ἐνεχθεῖσα, καὶ τῷ ἀξιολόγῳ τῆς ὕλης ἐξαρκέσασα καὶ ἕως γῆς. τὸ ἐκ ποδὸς δὲ ῥιφῆναι τὸν Ἥφαιστον «ἀπὸ βηλοῦ θεσπεσίοιο» ὑπὸ ∆ιὸς οὐδὲν ἄλλο δηλοῖ, καθὰ καὶ προείρηται, ἢ ὅτι πολλάκις αἱ ἄνω ἐκπυρωθεῖσαι ἀναθυμιάσεις ἐν τοῖς μετεώροις κάτω ῥιπτοῦνται, ὥσπερ οἱ κεραυνοὶ καὶ εἴ τι ἄλλο τοιοῦτο, καὶ οὐκ ἔστιν ἐπὶ πολὺ παραμεῖναι τοῖς ἄνω τόποις τοιοῦτον Ἥφαιστον, ἀλλ' ἢ ὅλως ἀφανιζόμενος λύεται καὶ σκεδάζεται ἢ κάτω βάλλεται. 55 Συλλογαὶ διάφοροι καὶ ἀναγκαῖαι Τῶν ἐν γάλακτι τρεφομένων ἀλεκτ<ρ>υόνων οἱ ὄρχεις εὐμεγέθεις καὶ εὔπεπτοι, ὅτι πλέον ἕλκουσιν ἐκ τοῦ γάλακτος τοῦ βρώματος διὰ τὴν ὁμοιότητα καὶ ὅτι τὸν θορὸν δαψιλέστερον ποιοῦσιν. ὁ θορὸς παχύτερος οὔρου, λεπτότερος αἵματος. ὅθεν ἕως ἡ φύσις δεῖται τροφῆς ὡς ἐπὶ τῶν παίδων, καὶ τὸν θορὸν ἀναλίσκει, ὅταν δὲ οὐ χρείαν ἔχῃ, περὶ τοὺς ὄρχεις συνάγει τῶν τε θηλειῶν καὶ τῶν ἀρρένων, κἀντεῦθεν ὄρχεις εὐρύνονται καὶ τρίχας φύουσι. πάλιν μετὰ τὴν σύλληψιν ἡ φύσις δεομένη αἵματος πρὸς γάλακτος γένεσιν διὰ τὸ βρέφος τὸν θορὸν ἀπὸ τῶν ὄρχεων λαμβάνουσα ἀναμίγνυσι τῷ αἵματι