15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τῆς νοερᾶς ἀποτέξεως· τότε καὶ οὐσίαν θεοῦ γνωρίσομεν, καὶ ὕπαρξιν καταλάβοιμεν, καὶ τὴν νοουμένην ἐν τῇ τριάδι ἑνότητα μαθησόμεθα. τοῦτο καὶ θεοῦ βασιλείαν αὐτὸς ὁρίζομαι, πρὸς ἥν με «ἡ τοῦ ἀψευδοῦς» ἄγει «ὑπόσχεσις». Ἀλλὰ μὴ ἐπὶ πλέον ἐπιτεινέσθω ἡμῶν ἡ διάνοια, ἀλλ' ἐνταῦθα τῷ λόγῳ σταίημεν, ἔνθα καὶ τὸ πέρας τῆς ἡμετέρας ζωῆς καταντήσει ποτέ.
57 οβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων;»
Ὁ μέγας πατὴρ τοῦτο προτείνεται, προστιθείς, «τάχα δ' ἂν ἐπ' ἐκεῖνο καταφύγοιεν τελευταῖον»· εἶτα καὶ τὴν ὑποφορὰν τίθησιν, «ὡς, εἰ μὲν οὐ πέπαυται τοῦ γεννᾶν ὁ θεός, ἀτελὴς ἡ γέννησις καί ποτε παύσεται· εἰ πέπαυται δέ, πάντως καὶ ἤρξατο». οὗτος μὲν οὖν καὶ ὁ παρὰ τοῦ ἐχθροῦ λόγος· ἡμεῖς δὲ πρὶν ἢ τὴν ἀντιπρότασιν εἰπεῖν καὶ τὴν ἀνθυποφοράν, τὰ προηγορευμένα συνεξετάσωμεν· «τίς ἔτι λόγος αὐτοῖς» φησί «τῶν ἀφύκτων;» ἡ θεολόγος φωνή. τοῦτο δὲ διττὴν ἔχει τὴν ἔννοιαν, ἢ ὅτι, ἐπειδὴ τὰ δοκοῦντα τέως αὐτοῖς ἄφυκτα παιδαριώδη τοῖς ἀκούουσιν ἔδειξε λύσεις ἐπιδεξάμενα πλείονας, καὶ διὰ τοῦτο οὐ φροντιστέον ἔτι τοῦτο, ἢ ὅτι παραλέλειπταί τι, δοκοῦν αὐτοῖς ἀρέσκον καὶ ἄφυκτον, καὶ δεῖ καὶ τοῦτο προβαλεῖν, ἵν' εἰδῶμεν εἴ τινα ἰσχὺν κέκτηται. «τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων;» τουτέστιν, ἵνα κατὰ τὴν δευτέραν ἔννοιαν θεωρήσω τὸν λόγον, ἐπειδὴ λόγους πολλοὺς ἀφύκτους τῷ δοκεῖν προβεβλήκασιν οἱ τῶν αἱρέσεων πρόμαχοι καὶ πάντες λογικῶς τοῖς θεολογικοῖς ἀνετρά πησαν, τίς ἕτερος ἔτι λόγος αὐτοῖς ἄφυκτος καταλέλειπται; ἔστι δὲ ἡ τοιαύτη πρότασις εἰρωνικὴ μετὰ βαρύτητος· οὐ γὰρ δὴ καὶ ἄφυκτα τὰ παρ' ἐκείνων προβληθέντα τῷ πατρί, ἀλλ' ὡς ἂν αὐτὸς οὗτος εἴπῃ, «δε δεσμημένα ἅμμασιν οὐκ ἰσχυροῖς, ἀλλὰ καὶ λίαν σαθροῖς». Τὸ δὲ «τάχ' ἂν ἐπ' ἐκεῖνο καταφύγοιεν τελευταῖον» δύο ταῦτα συμβαίνειν βούλεται· ἢ γὰρ τὸ μάλιστα δυνατώτερον τελευταῖον αὐτοῖς τετηρήκασιν, ἢ τοῖς ὅλοις ἐξαπορούμενοι καταφυγήν τινα ἑαυτοῖς καὶ σκέπην ἐπιζητοῦ σιν. Ὁ δὲ τῆς αἱρέσεως λόγος ἐσχημάτισται μὲν κατὰ διλήμματον, δύναμιν δ' ἔχει τοιαύτην· δύο ταῦτα ὁ ἐναντίος προτείνει τοῖς προϊσταμένοις τῆς ἀληθείας ἡμῖν. ἐρωτᾷ γὰρ οὑτωσί πως· εἰ γεννᾷ τὸν υἱὸν ὁ πατὴρ κατὰ τὰ ἡμέτερα δόγματα, ἢ ἀεὶ γεννᾷ ἢ ἐπαύσατο τοῦ γεννᾶν, ἵνα, εἰ μὲν εἴποιμεν ὅτι ἀεὶ γεννᾷ, ἀντεπενέγκωσιν ὅτι ἀτελὴς ἡ γέννησις, εἰ δὲ ὅτι ἐπαύσατο τοῦ γεννᾶν, ἀνθυποφέρωσιν ὅτι καὶ ἤρξατο. τὸ γὰρ ὁριζόμενον τέλει ὁρίζεται καὶ ἀρχῇ· ὥσπερ γὰρ τὸ ἀγέννητον ἀίδιον, οὕτως τὸ μὴ ἀίδιον γεννητόν. Πρὸς ταύτην τὴν διλήμματον ἐρώτησιν ἀνθυποφέρων ὁ πατήρ, «πάλιν» φησίν «οἱ σωματικοὶ τὰ σωματικά». τοῦτο δὲ τί ἐστιν; ὅτι μηδὲν ὑπὲρ τὸ σῶμα φαντασθῆ[ναι δυ]νάμενοι, τὰ τῶν σωμάτων ἐχόμενα καὶ κατὰ τῶν ἀσωμάτων καταναγκάζουσιν· ὁρῶντες γὰρ ἐπὶ τῶν φυσικῶν ὅτι πᾶσα [κί]νησις ἀτελής, μεταξὺ οὖσα ἀφ' οὗ κεκίνηται καὶ πρὸς ὃ παύσεται, ὥσπερ δὴ καὶ τὸ γεννᾶν κίνησίς τις εἶναι δοκεῖ, τέλος ἔχουσα τὸ γεννῆσαι, πᾶν δὲ τὸ ἀτελὲς ἀτιμάζεται ὡς μὴ τοῦ οἰκείου τέλους τυχόν, οἴονται καὶ ἐπὶ τοῖς ὑπὲρ φύσιν οὖσιν ἀτελεῖς τὰς κινήσεις εἶναι. διὰ ταῦτά φησι· «πάλιν οἱ σωματικοὶ τὰ σωματικά». ἐχρῆν γὰρ αὐτούς, εἰ λογικῶς ἐπιχει ροῖεν, τοῦτο συνδιασκέψασθαι, ὅτι διττοῖς ἐναντίοις ὑποκειμένοις ἐναν τίας καὶ τὰς δυνάμεις ἀποδοτέον. ὑποκείσθω γὰρ ἡμῖν τῷ λόγῳ σῶμα καὶ ἀσώματον, ἐναντία ταῦτα κατὰ τὴν ἀπὸ τῆς οὐσίας διαίρεσιν. εἰ οὖν τὸ σῶμα πολυμερές, ἀμερὲς τὸ ἀσώματον· καὶ εἰ ἀδιάστατον ἐκεῖνο, τοῦτο διέστηκε· καὶ εἰ τὸ σῶμα κέχρωσται, τὸ ἀσώματον ἀχρωμάτιστον. τοῦτο γοῦν καὶ ἐπὶ τῶν κινήσεων καὶ