127
αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως." Μεμίμηνται τοῦ ὄφεως τὸ μνησίκα κον καὶ ἐπίβουλον. "Ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς. [ʹ.] Ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπ αδόντων, φαρμακοῦται φαρμακευομένη παρὰ σο φοῦ." Βύουσι δὲ τὰ ὦτα τῇ ἀσπίδι παραπλη σίως, ᾗ φίλον τοῦτο ποιεῖν διὰ κακίας ὑπερβολὴν, ὥστε μὴ θέλγεσθαι ταῖς ἐπῳδαῖς, μηδὲ εἴκειν τῷ φαρμάκῳ τῷ κατασκευαζομένῳ παρὰ τοῦ καλουμένου σοφοῦ. Σοφὸν γὰρ ἐνταῦθα κατα χρηστικῶς τὸν θηρεπῳδὸν προσηγόρευσεν· ὡς τό· "Σοφοί εἰσι τοῦ κακοποιῆσαι [τὸ δὲ καλοποιῆ σαι οὐκ ἔγνωσαν·] καὶ, "Ποῦ σοφός; ποῦ γραμμα τεύς;" Οὔτε τούτους ὡς ἀληθῶς σοφοὺς ὀνομά ζει, ἀλλ' ὡς τοῦτο παρά τισιν εἶναι δοκοῦντας. Ἐπειδὴ γὰρ πολλοῖς πρὸς τὸν Σαοὺλ χρησάμενος λόγοις ὁ μακάριος ∆αβὶδ, καὶ δοῦλον ἑαυτὸν ὀνομά σας, κἀκεῖνον κύριον καὶ βασιλέα, καὶ δι' αὐτῶν δείξας τῶν πραγμάτων, ὡς οὐκ ἐφίεται τῆς ἐκεί νου σφαγῆς, οὐ πέπεικε καταλῦσαι τὴν ἔχθραν· προσφυῶς αὐτὸν ἀσπίδι παρέβαλλεν, οὐ κωφευούσῃ κατὰ φύσιν, ἀλλὰ καὶ βυούσῃ τὰ ὦτα, καὶ τῆς ἐπῳδῆς ἀπωθουμένῃ τὴν προσβολήν. Τὸ δὲ, Φαρμα κοῦται φαρμακευομένη παρὰ σοφοῦ, ὁ Σύμμα χος οὕτως ἡρμήνευσεν, Ἐπαστοῦται ἐπῳδαῖς σεσοφισμένου· ὡς εἶναι δῆλον, ὅτι τὴν ἐπῳδὴν ὠνόμασε φάρμακον. [Ὡς ἐκ τούτου δήλην ποιῆ σαι τὴν μιαιφονίαν τοῦ Σαοὺλ, εἴρηται ἡμῖν ἀνω τέρω, καὶ τῶν κατ' αὐτὸν, ἐν οἵῳ ἂν ὦσιν ἀξιώματι καὶ βαθμῷ ἢ τόπῳ. Νοήσειεν δέ τις ἂν καλῶς καὶ ταῦτα εἰρῆσθαι κατὰ τῶν αἱρετικῶν, Ἀριανῶν λέγω καὶ Εὐνομιανῶν καὶ Μακεδονιανῶν καὶ τῶν δοκούντων τὰ παραπλήσια ἐκείνοις δόγματα νοσεῖν. Καὶ γὰρ αὐτοὺς ἂν δικαίως καλέσειεν ἐπῳδοὺς καὶ ἐπαοιδούς τις. Ὅτι δὲ μήτηρ ἡ ἐν ἀκαριαίᾳ καιροῦ 80.1300 ῥοπῇ ἀποκύουσα τοὺς ἀναγεννωμένους, παρ' ὧν δῆλον τοῖς μεμυημένοις; Καὶ γὰρ εἰώθασι βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος καὶ μετὰ τὴν ἀνάδυσιν τῶν τριῶν κατα δύσεων. Ἴστε τί λέγω, οἱ τῆς υἱοθεσίας ἠξιωμένοι. Νόσον χαλεπὴν παραδιδόασι τοῖς δῆθεν παρ' αὐτῶν βαπτιζομένοις μᾶλλον δὲ βυθιζομένοις· οἱ μὲν λέ γοντες, ∆όξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι· οἱ δὲ, ∆όξα Πατρὶ καὶ Υἱῷ ἐν ἁγίῳ Πνεύματι· καὶ οὕτως τὴν ἀδιαίρετον ἀεὶ ὡσαύτως ἔχουσαν ἐν Πα τρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην θεότητα εἰς τριθεΐαν παραλαμβάνουσιν, μᾶλλον δὲ παραδιδόασι μέγαν καὶ σμικρὸν καὶ σμικρότερον· ἀνισότητος ζυγῷ γλώττῃ μεμηνυίῃ τὴν ἀζυγώτατον, ὡς οἴονται, διατέμνοντες τῆς ἀχράντου θεότητα Τριά δος, καὶ τὴν ἐν οὐσίᾳ μιᾷ, ἐν βασιλείᾳ, ἐν κυριό τητι, ἐν θεότητι, ἐν δυνάμει, ἐν δημιουργίᾳ, καὶ ὅσα πρέπει τῇ αὐτῆς μακαριότητι. Τὸν μὲν Θεὸν καὶ βασιλέα, τὸν δὲ Κύριον καὶ ὑπουργὸν ἐκείνου καὶ ποίημα πρὸ τῶν ἄλλων παρ' αὐτοῦ γενόμενον, τὸ δὲ δοῦλον καὶ ὑπουργὸν τοῦ Υἱοῦ, τολμηρῶς οἱ δείλαιοι ἀποκαλεῖν πεφύκασι· πρὸς οὓς μάλιστα εἴρη ται ἡ προφητεία. Οὐ γὰρ πρὸς τὸν Σαοὺλ μόνον καὶ τοὺς κατ' αὐτὸν εἴρηκεν τὸ τῆς προφητείας πανάγιον Πνεῦμα διὰ τῆς σεπτῆς γλώττης τοῦ προφήτου.] ζʹ. "Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐ τῶν ἐν τῷ στόματι αὐτῶν." Ἀλλὰ γὰρ ὁ τῶν ὅλων ἐπόπτης ἀργὰς αὐτοῦ δείξει τὰς καθ' ἡμῶν μηχανάς. "Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος." Καὶ ἐν τῷ προτεταγμένῳ ψαλμῷ σκύμνους αὐτοὺς ὠνόμασε, καὶ ἐνταῦθα λέοντας. Τούτου χάριν καὶ ὀδόντων καὶ μυλῶν ἐμνημόνευσε. Μύλας δὲ καλεῖ τοὺς ἐνδοτέρους ὀδόν τας, οἷς λεπτύνειν εἰώθαμεν τὴν τροφήν. ∆ιὰ τούτων μέντοι κἀκείνων ἐδίδαξεν, ὡς ὁ τῶν ὅλων Θεὸς τὰς παντοδαπὰς αὐτῶν διαβολὰς διαλύσει. ηʹ. "Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευό μενον." Εὐκαταφρόνητοι, φησὶν, ἔσονται, ὕδατι πα ραπλησίως ἐσκεδασμένῳ, καὶ παντελῶς ἀχρήστῳ. "Ἐντενεῖ τὸ τόξον αὑτοῦ, ἕως οὗ ἀσθενήσουσιν." Οὐ παύεται γὰρ βάλλων αὐτοὺς ταῖς τιμωρίαις, μέχρις αὐτῶν καταλύσει τὴν δύναμιν," τῆ ξιν αὐτῶν καὶ διάλυσιν ἐπάγων.] θʹ. "Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, [τῆς θανατικῆς φθασάσης αὐτοὺς διαπύρου καται γίδος·] ἔπεσε πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον." ∆ίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ