127
ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. ἀσπάσασθε τοὺς σὺν ὑμῖν, μάλιστα τὸν ἀδελφὸν Σίμωνα, ἐὰν ἔστι σὺν ὑμῖν· οἱ μετ' ἐμοῦ ἀδελφοὶ ὑμῶν πλεῖστα ἀσπάζονται. ὁ Κύριος μεθ' ὑμῶν. ἀμήν. 165 {1Συμεὼν τέκνῳ}1 Οὐχ ὅτε γράφω μνημονεύω σου μόνον, τέκνον ἠγαπημένον, ἐπεὶ οὐδὲν μέγα, ἀλλὰ σοῦ πάντοτε τὴν ἀγαθὴν μνήμην ἔχω μετὰ τοῦ συνόντος σοι τέκνου μου ἀββᾶ Ἀντωνίου, εὐχόμενος φυλάττεσθαι ἀμφοτέρους ὡς δύο κόρας ὀφθαλμῶν ἀθολώτους κατὰ πίστιν τε καὶ ἀγάπην τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. περισσοτέρως δὲ ἐπαινῶν εἰμι τὴν φρόνησίν σου, τέκνον μου, ὅτι ἐμάκρυνας φυγαδεύων ἀπὸ τῆς ἐνεγκαμένης σε, παροικῶν ἐπὶ τῆς ξενίας· τί γὰρ ὠφέλησεν τῷ ἀναπαυμένῳ ∆ανιὴλ ἡ ἐγκάθισις; διὸ λυποῦμαι ὅτι τῷ ὄντι ἀθέσμως καὶ σκανδαλιστικῶς ἐναπέμεινεν ὁ πρῶτος ἀδελφὸς μεθ' ὧν ἔχει. Σὺ μὲν οὖν θεῖα φρονῶν καλῶς ἐξενίτευσας καὶ πορεύῃ· καί γε Κύριος καταρτίσαι ὑμᾶς εἰς πᾶν ἔργον ἀγαθόν, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον αὐτοῦ. βοηθεῖτε δὲ ὅπως οὖν δύνασθε καὶ ἀδελφοῖς ὑμῶν οὐ καλῶς καθεζομένοις εἴτε διὰ γράμματος εἴτε διὰ παρουσίας εἴς τε τὸν προειρημένον καὶ εἰς τοὺς ἐν τοῖς αὐτόθι. τοῦτο δὲ λέγω διὰ τὸν Θεωνᾶν καὶ τὸν Θεόφιλον τὸν τέκτονα· ἀκούω γὰρ τὸν μὲν πάντῃ ἀπαυθαδιάσαντα, τὸν δὲ μετὰ τῆς ἀδελφῆς καταμένοντα. εἰς μὲν τοῦτον ἐπέστειλα· καὶ διὰ τὴν ἀγάπην τοῦ θεοῦ κοπώθητε ἀπελθεῖν μέχρις αὐτοῦ καὶ ἐπιδοῦναι αὐτῷ τὴν ἐπιστολὴν καὶ ἀναγνῶναι, ἥτις καὶ ἐμφέρεται ἔνδον τῆς ἐπιστολῆς σου. καὶ ἴσως ὁ θεὸς ὁρῶν τὸν κόπον ὑμῶν εὐθετήσει τὴν ζωὴν αὐτοῦ. εἰς δὲ τὸν Θεωνᾶν ὑπεστάλην τέως γράψαι, μὴ καὶ προδότης γένηται. ἀλλὰ δέομαί σου καὶ ἐπ' ἐκείνου ἢ αὐτοπροσώπως ἢ διὰ γραμμάτων μαθεῖν τὴν δύναμιν αὐτοῦ, λέγων αὐτῷ ὅτι "4λυπεῖται σφόδρα ὁ πατὴρ ἡμῶν ἀκούσας οὐκ ἀγαθὰ περὶ σοῦ· καὶ γράψον αὐτῷ κἀγὼ δύναμαι ἵνα ἀποσωθῇ ἡ ἐπιστολή σου πρὸς αὐτὸν καὶ ἀντιγράψει σοι"5. καὶ ἴσως οὕτως ἕλκεται καὶ γράφει ἢ παντελῶς μανθάνομεν τὴν ἀποστασίαν αὐτοῦ. Ναί, τέκνα μου, παρακαλῶ, κοπιάσατε ἐν τούτῳ· ὁ δὲ θεὸς τοῦ πατρός μου ἀναδείξει ὑμᾶς στύλους καὶ ἑδραιώματα τῆς αὐτοῦ ἐκκλησίας ἐν τῷ ὑπενεγκεῖν ὑμᾶς οὐ μόνον τὰ τῆς ἐξορίας θλιπτικά, ἀλλὰ καὶ τὰ μέχρις αἵματος ἀγωνιστικὰ ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, προσευχομένους καὶ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως ἵνα σῳζώμεθα ἐν πᾶσιν. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν ἀσπάζονται ὑμᾶς πόθῳ. ἡ χάρις μεθ' ὑμῶν· ἀμήν. 166 {1Θεοφίλῳ τέκνῳ}1 Ἀδελφὲ Θεόφιλε, ὑγιαίνων ἔσῃ· τί τοῦτο, ὃ ἀκήκοα περὶ σοῦ, τοῦ ἀγαπητοῦ μου υἱοῦ, τοῦ πιστοῦ μου τέκνου, τοῦ ὑπὲρ τοὺς πολλοὺς τῶν ἀδελφῶν εὐλαβεστέρου, τοῦ προκειμένου τοῖς τέκτοσι πᾶσιν ἐξ ἀρχῆς εἰς ὑπόδειγμα καλόν, τοῦ θερμοτέρου τῶν ἄλλων εἰς ἀπολογίαν εὐσεβῆ καὶ ζῆλον θεοῦ διάπυρον (καὶ τί δὴ πολλὰ λέγω;), τοῦ ὀφείλοντος εἶναι καὶ κατὰ τὸ ὄνομα φῶς τῶν ἐν βίῳ καὶ ἅλας τῶν μεμωραμμένων; σὺ συνοικεῖν εἵλω μετὰ τῆς κοσμικῆς ἀδελφῆς; σὺ εἰς χωρίον κοσμικὸν ἀναστρέφῃ; σὺ κατὰ ὀνειδισμὸν τοῦ εὐαγγελικοῦ σχήματος ποδοβολεῖς; σὺ κατὰ τῶν θείων νομοθεσιῶν πα ρανομεῖς; σὺ κατὰ τῆς ἐπαινουμένης ἡμῶν ἀδελφότητος ἐνασχημονεῖς; ἄλλων ἀδελφῶν σου τῶν μὲν φρουρουμένων κατὰ μόνας, τῶν δὲ δαρέντων καὶ ἐξορισθέντων, τῶν δὲ ὧδέ τε κἀκεῖσε ἐν ἐρημίαις καὶ ὄρεσι καὶ ἀποκρύφοις τόποις ἐναυλιζομένων καὶ ὅπως ἁπλῶς ἑκάστῳ ἤνοιξεν θύραν ὁ ἀγαθὸς θεός, σὺ μόνος κατὰ θεοῦ τοῦ σώσαντός σε καὶ καλέσαντος καθέζῃ; ὢ φρίκης τῆς ταπεινῆς μου ψυχῆς, ὢ καταφρονήσεως κριτηρίου θεοῦ. οὐ φέρω, Κύριέ μου, Κύριε, οὐ καρτερῶ τὰ ἐντός· καίομαι, φλεγόμενος τὰ σπλάγχνα. ἀντὶ φωτὸς ὁ υἱός μου γέγονε σκότος, ἀντὶ δόξης ἀτιμία, ἀντὶ εὐφημίας βλασφημία, ἀντὶ ὠφελείας σκάνδαλον· ἄκουε, ἀδελφέ, τοῦ Κυρίου λέγοντος περὶ σοῦ, συνήφερεν αὐτῷ ἵνα μύλος ὀνικὸς ἐκρεμάσθη περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐρρίφη εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν ἀδελφῶν αὐτοῦ· σὺ δέ, σκανδαλίζων πάντας, πομπεύεις. οἴμοι, τῷ ἀθλίῳ, πῶς οὐκ αἰσθάνῃ, ἀδελφέ; ἐλέησόν με, τέκνον μου, ἡνίκα δέξῃ τὴν