127
αὐτοῦ στασιάσωσιν. τοιούτοις δὲ λόγοις συμβαλὼν ὁ Βαρὰμ τὰ στρατεύματα τυραννίδα μεγάλην κατὰ Ὁρμίσδα ἐξῆψεν· καὶ ὅρκοις τὸν Βαρὰμ ὀχυρώσαντες δογματίζουσι πάντες καθελεῖν τὸν Ὁρμίσδαν. 264 ὁ δὲ Ὁρμίσδας Φεροχάνην, τὸν μάγιστρον αὐτοῦ, καθοπλίσας μετὰ δυνάμεως ἀπέστειλε κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ ἐδήλου τῷ Φεροχάνῃ καὶ τοῖς στρατεύμασιν, ὅτι οὐ δεῖ ὅπλα κατὰ Περσῶν ἐπιφέρεσθαι Πέρσας· καὶ ὑπεμίμνησκεν αὐτοὺς τὴν τοῦ Ὁρμίσδα τραχύτητα, τὸ ἄδικον, τὸ αἱμοχαρὲς καὶ φιλόφονον, τὸ ἄπιστον καὶ ἀλαζονικόν τε καὶ βίαιον. τούτων αἰσθόμενοι ἀληθῶς εἰρημένων οἱ περὶ τὸν Φεροχάνην λαοὶ πρὸς Βαρὰμ μετατίθενται καὶ τὸν Φεροχάνην ἀνελόντες τῷ Βαρὰμ ἡνώθησαν καὶ ἐπὶ Κτησιφῶντα ὥρμησαν. ὁ δὲ Ὁρμίσδας εἶχεν ἐν δεσμοῖς Βινδόην τὸν ἐν ἀξίᾳ μεγάλῃ τελοῦντα. ἐν δὲ σάλῳ μεγάλῳ τῶν πραγμάτων ὄντων, Βεστάν, ὁ τοῦ Βινδόου ἀδελφός, εἰς τὴν φρουρὰν εἰσπηδήσας ἐξάγει Βινδόην, τὸν ἀδελφὸν αὐτοῦ, καὶ συναθροίσαντες πλῆθος ἀγροίκων τε καὶ πολιτικῶν τρίτῃ ὥρᾳ τῆς ἡμέρας εἰσέρχονται εἰς τὰ βασίλεια· καὶ εὑρόντες τὸν Ὁρμίσδαν ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζόμενον, ὕβρεσι τοῦτον πολλαῖς καθυπέβαλον. ὁ δὲ Βινδόης κρατήσας τὸν Ὁρμίσδαν ἀφείλατο τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εἰς φρουρὰν τοῦτον παρέδωκεν, παρεκάλει δὲ Χοσρόην τοῦ πατρῴου θρόνου ἀνθέξεσθαι. ὁ δὲ Ὁρμίσδας ἐκ τῆς φρουρᾶς ἄγγελον ἐξέπεμψε τοῖς Πέρσαις αἰτούμενος λαλῆσαι τὰ συμφέροντα τῇ Περσίδι. γίνεται τοίνυν τῇ ἐπαύριον, καὶ συνηθροίσθη ἡ σύγκλητος τῶν Περσῶν ἐν τοῖς βασιλείοις σὺν τῷ πλήθει, καὶ ἄγουσι τὸν Ὁρμίσδαν δέσμιον. ὁ δὲ Ὁρμίσδας ἀνεμίμνησκε Πέρσας, ὡς οὐ δεῖ περὶ τοὺς βασιλεῖς τοιαῦτα ἐξαμαρτάνειν, καὶ ὅσα, ἀφ' οὗ ἐβασίλευσεν, τρόπαια πεποίηκεν, καὶ ὅσα εὐεργέτησε Πέρσας, καὶ ὅπως Τούρκους τῇ Περσίδι φόρους τελεῖν πεποίηκεν, Ῥωμαίους δὲ εἰρήνης ἐρᾷν, καὶ ὅπως τὴν Μαρτυρόπολιν παρέλαβεν· καὶ τὰς πατρῴας ἀριστείας ἐξήγγειλεν. ἠξίου δὲ ἀποχειροτονηθῆναι Χοσρόην τῆς βασιλείας ὡς φιλόδικον καὶ ἄπληστον καὶ αἱμοχαρῆ, ὑπεροπτικόν τε καὶ ὑβριστὴν καὶ φιλοπόλεμον· ὑπεῖναι δὲ αὐτῷ ἄλλον παῖδα, καὶ τοῦτον εἰς 265 βασιλέα προχειρίσασθαι παρεκάλει. Βινδόης δὲ πρὸς τὸν Ὁρμίσδαν ἀντέλεγε καὶ τὰ τούτου σφάλματα εἰς μέσον προβαλλόμενος πάντας διήγειρε κατὰ Ὁρμίσδα· καὶ ἄγουσιν εἰς μέσον τήν τε γυναῖκα Ὁρμίσδα καὶ τὸν υἱόν· καὶ τοῖς † προσειωθόσιν ἐπ' ὄψεσιν Ὁρμίσδα τούτους ἐδιχοτόμησαν. τὸν δὲ Ὁρμίσδαν τυφλώσαντες τῇ φρουρᾷ ἐναπέθεντο. καὶ ὁ μὲν Χοσρόης ἄχρι τινὸς τὸν πατέρα ἐφιλοφρόνησεν ἐν τῇ φρουρᾷ πᾶσαν ἡδονὴν παρέχων· ὁ δὲ Ὁρμίσδας ὕβρεσι τοῦτον ἠμείβετο καταπατῶν τὰ ὑπὸ τοῦ βασιλέως πεμπόμενα. ὀργισθεὶς δὲ ὁ Χοσρόης ῥοπάλοις ἀγρίοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τοῦτον ἀποθανεῖν. τοῦτο δὲ ἐλύπησε τοὺς Πέρσας καὶ μῖσος κατὰ τοῦ Χοσρόου ἐνέθηκεν. Χοσρόης δὲ συναθροίσας δυνάμεις, τῶν βασιλείων ὑπεξελθὼν κατὰ τοῦ Βαρὰμ παρεγένετο ἐν πεδίῳ τοῦ Ζάβα ποταμοῦ, ἔνθα Βαρὰμ τὸν χάρακα εἶχεν. ὑπολαβὼν δὲ Χοσρόης, ὅτι τινὲς τῶν ἀρχόντων πρόσκεινται τῷ Βαράμ, τούτους ἐφόνευσεν. ταραχθέντος δὲ τοῦ λαοῦ, ἀποδιδράσκει Χοσρόης μετά τινων ὀλίγων· καὶ πάντες οἱ περὶ τὸν Χοσρόην τῷ Βαρὰμ προσεχώρησαν. ὁ δὲ Χοσρόης ἠπόρει, τί δρᾶσαι, ἐνίων μὲν συμβουλευόντων αὐτῷ πρὸς Τούρκους χωρεῖν, ἑτέρων δὲ πρὸς Ῥωμαίους. ὁ δὲ Χοσρόης τοῦ ἵππου ἐπιβὰς καὶ τὸν χαλινὸν ἐάσας προστάττει πᾶσιν ἕπεσθαι τοῖς τοῦ ἵππου κινήμασιν· ὁ δὲ ἵππος ἐπὶ τὰ Ῥωμαϊκὰ μέρη ἀπεκίνησεν. καὶ πρὸς τὸ Κερκέσιον παραγίνεται καὶ πρέσβεις ἐκπέμπει τὴν ἑαυτοῦ ἄφιξιν Ῥωμαίοις κατάδηλον ποιούμενος. ἔτυχε δὲ Πρόβον τὸν πατρίκιον ἐκεῖ ὄντα τοῦτον ὑποδέξασθαι καὶ διὰ γραμμάτων τῷ βασιλεῖ μηνῦσαι τὰ κατ' αὐτόν. ὁ δὲ Βαρὰμ ἀπέστειλε πρέσβεις πρὸς Μαυρίκιον αἰτούμενος μὴ συμμαχῆσαι τῷ Χοσρόῃ· κελεύει δὲ ὁ βασιλεὺς Μαυρίκιος Κομεντιόλῳ στρατηγῷ εἰς Ἱεράπολιν τὸν Χοσρόην ὑποδέξασθαι καὶ βασιλικαῖς