128
τῶν ἀπ' αἰῶνος ἁγίων καὶ τῶν ἀδελφῶν ὑμῶν τῶν ἐν Κυρίῳ κεκοιμημένων, καὶ τὴν ἀντίτυπον τοῦ βασιλικοῦ σώματος Χριστοῦ δεκτὴν εὐχαριστίαν προσφέρετε ἔν τε ταῖς ἐκκλη σίαις ὑμῶν καὶ ἐν τοῖς κοιμητηρίοις, καὶ ἐν ταῖς ἐξόδοις τῶν κεκοιμημένων ψάλλοντες προπέμπετε αὐτούς, ἐὰν ὦσιν πιστοὶ ἐν Κυρίῳ. «Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Καὶ πάλιν· «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσιν σου, ὅτι Κύριος εὐεργέτησέν σε.» Καὶ ἐν ἄλλοις· «Μνήμη δικαίων μετ' ἐγκωμίων», καί· «∆ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ.» Oἱ γὰρ Θεῷ πεπιστευ κότες, ἐὰν καὶ κοιμηθῶσιν, οὐκ εἰσὶν νεκροί· λέγει γὰρ ὁ Σωτὴρ τοῖς Σαδδουκαίοις· «Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ γεγραμμένον, ὅτι ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Oὐκ ἔστιν οὖν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.» Oὔκουν τῶν παρὰ Θεῷ ζώντων οὐδὲ τὰ λείψανα ἄτιμα. Καὶ γὰρ Ἐλισσαῖος ὁ προφήτης μετὰ τὸ κοιμηθῆναι αὐτὸν νεκρὸν ἤγειρε πεφονευμένον ὑπὸ πειρατῶν Συρίας· ἔψαυσεν γὰρ τὸ σῶμα αὐτοῦ τῶν Ἐλισσαίου ὀστέων, καὶ ἀναστὰς ἔζησεν· οὐκ ἂν δὲ ἐγεγόνει τοῦτο, εἰ μὴ ἦν τὸ σῶμα Ἐλισσαίου ἅγιον. Καὶ Ἰωσὴφ ὁ σώφρων περιεπλέκετο τῷ Ἰακὼβ μετὰ τὸ ἀποθανεῖν ὄντι ἐπὶ τῆς κλίνης, καὶ Μωϋσῆς καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπεφέροντο τὰ λείψανα τοῦ Ἰωσήφ, μολυσμὸν οὐχ ἡγούμενοι τοῦτο. Ὅθεν καὶ ὑμεῖς, ὦ ἐπίσκοποι καὶ οἱ λοιποί, ἀπαρατηρήτως ἁπτόμενοι τῶν κεκοιμημένων μὴ νομίσητε μιαίνεσθαι, μηδὲ βδελύσσεσθε τὰ τούτων λείψανα, περιϊστάμενοι τὰς τοιαύτας παρατηρήσεις μωρὰς οὔσας· καὶ κοσμεῖτε ἑαυτοὺς ἐν ἁγιασμῷ καὶ σωφρο σύνῃ, ὅπως μέτοχοι τῆς ἀθανασίας καὶ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ γένησθε καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ λάβητε, ἀναπαυόμενοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος αἰωνίως. Τῷ οὖν δυναμένῳ ἀνοῖξαι τὰ ὦτα τῶν καρδιῶν ὑμῶν εἰς τὸ καταδέχεσθαι τὰ διηκονημένα τοῦ Θεοῦ λόγια διά τε τοῦ Eὐαγγελίου καὶ διὰ τῆς διδασκαλίας Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου καὶ κοιμηθέντος καὶ ἀναστάντος ἐκ νεκρῶν καὶ πάλιν ἐρχομένου ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης καὶ δυνάμεως πολλῆς καὶ τοὺς μὲν νεκροὺς ἀνεγείροντος, τῷ κόσμῳ δὲ τέλος ἐπάγοντος, ἑκάστῳ δὲ τὰ πρὸς ἀξίαν ἀπονέμοντος· τῷ δόντι ἡμῖν ἀρραβῶνα τῆς ἀναστάσεως ἑαυτὸν καὶ εἰς οὐρανοὺς ἀναληφθέντι διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ ἐπ' ὄψεσιν ἡμετέραις τοῖς συμφα γοῦσιν αὐτῷ καὶ συμπιοῦσιν ἐπὶ ἡμέρας τεσσαράκοντα μετὰ