1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

128

θεοῦ γνώσεως διδακτικόν, ἅπα6.6.66 σιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε; τίς δὲ ἐξ αἰῶνος τῶν πάλαι ἀοιδίμων σοφῶν, εἴτ' οὖν βάρβαρος εἴτε Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ' αὐτοῦ προβληθέντα λόγον γνωσθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν καὶ 6.6.67 θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι; εἰ δὲ ταῦτα ἐξ αἰῶνος οὔτ' ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσε6.6.68 ώς τε καὶ εἱμαρμένης. ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς ἐπιφανεὶς καθ' ὅλης τῆς οἰκουμένης ἀνηγόρευται, οἱ δὲ πάλαι νενομισμένοι παρά τε Ἕλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται, καὶ οὐδ' ἄλλως καθῄρην6.6.69 ται ἢ διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας; ποία δ' αὐτὸν εἱμαρμένη θεὸν δημιουργὸν ἁπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο; τί δὲ οἱ τῆς τοῦ σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους πάλαι τε πρότερον ἠγωνισμένοι καὶ εἰσέτι δεῦρο διαθλοῦντες; 6.6.70 μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας, ὡς ὑφ' ἑνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι καὶ ψυχῆς ἀρετὴν μίαν ἕνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον καὶ λόγον ἀγαπῆσαι τὸν αὐτὸν τάς τε 6.6.71 αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάθας δι' ἔνστασιν εὐσεβείας. καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος, νέους κατὰ ταὐτὸ καὶ πρεσβύτας καὶ πᾶν μέτρον ἡλικίας ἀρρένων τε καὶ θηλειῶν γένη φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετικῶν ὁμοῦ καὶ ἐλευθερίων, λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς οὐδ' ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ' ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων προτιμῆσαι λόγον καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀγαπητικῶς ἑλέσθαι τά τε περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι' ἔργων προτιμῆσαι; 6.6.72 ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα, ὡς οὐδεμιᾶς ἀνάγκης, μαθήσεως δὲ καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέσεως ἐλευ6.6.73 θέρας ἐναργῆ τυγχάνοντα παραδείγματα. γένοιτο δ' ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία, ὧν τὰ πολλὰ παρεὶς αὐτὸς μὲν τοῖς εἰρημένοις ἀρκεσθήσομαι, σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σεπτῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθοις ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον αὐτὸν ἐφ' οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων. 6.6.74 ἄκουε δ' οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται δι' ὧν γράφει τάδε κατὰ λέξιν· 6.7.1 ζʹ.

ΟΠΩΣ ΚΑΙ ΑΥΤΩΝ ΕΛΛΗΝΩΝ ΟΙ ΦΙΛΟΣΟΦΟΙ ΤΑΣ ΤΩΝ ΘΕΩΝ ΑΥΤΩΝ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ∆ΟΞΑΣ ΟΡΘΟΤΕΡΟΙΣ ΑΠΗΛΕΓΞΑΝ ΛΟΓΙΣΜΟΙΣ· ΑΠΟ

ΤΩΝ ΟΙΝΟΜΑΟΥ «Σὲ οὖν ἐν ∆ελφοῖς καθῆσθαι, μὴ δυνάμενον μηδ' εἰ βούλοιο σιωπᾶν! ὁ δ' Ἀπόλλων ἄρα ὁ τοῦ ∆ιὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ' ὅτι 6.7.2 ὑπ' ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ' ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζή τητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά