128
ἔτος ἐστὶ τῆς βασιλείας Ναβουχοδονόσωρ, ἀφ' οὗ ἐπὶ 281 τὸ πρῶτον ἔτος Κύρου πληρούμενον καὶ ἀρχόμενον τὸ βʹ ἔτη οʹ συνάγεται. τῷ γὰρ δευτέρῳ ἔτει Κύρου τῶν θεμελίων ὑποβληθέντων τοῦ ναοῦ, Ζοροβάβελ υἱὸς Σαλαθιὴλ τοῦ υἱοῦ Ἰεχονία ἡγουμένου ὡς ἐκ βασιλικοῦ τοῦ Ἰούδα σκήπτρου, καὶ Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδὲκ ἀρχιερατεύσαντος,μετὰ μςʹ ἔτη τὸ ἔργον ἐτελειώθη ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου, ὡς ἐκεῖσε πάλιν δηλώσομεν. τοῦ γὰρ Κύρου φιλοτιμησαμένου τὰ πρὸς οἰκοδομὴν καὶ κελεύσαντος εἴρχθησαν ἀρξάμενοι τῆς οἰκοδομῆς, ἀντιταξαμένων καὶ διαβεβηκότων αὐτοὺς τῶν περιοίκων ἐθνῶν, μάλιστα τῶν ἐν Σαμαρείᾳ. Κῦρος οὗτος Ἀστυάγην τὸν προδεδηλωμένον ἑαυτοῦ πάππον βασιλεύοντα Μήδων καθελών, τὴν Περσικὴν εἰσῆξε βασιλείαν, Μήδων βασιλευσάντων ἔτη που μετὰ Σαρδανάπαλον ἀπὸ Ἀρβάκου Μήδου τοῦ καθελόντος αὐτὸν καὶ τὴν Ἀσσυρίων ἀρχήν. Κῦρος οὗτος πολέμῳ τὸν Κροῖσον ἔλαβε καὶ τὴν Λυδῶν βασιλείαν εἰς Σάρδεις ἐλθών, τῷ παιδί τε Καμβύσῃ παιδαγωγὸν αὐτὸν κατέστησεν. Ὁ αὐτὸς ∆ανιὴλ τὸν προφήτην αὖθις ἐπιφανέστερον πάντων ἀνέδειξε. συντρίψαντα δὲ καὶ τὸν Βῆλον εἰς τὸ μὴ προσκυνεῖσθαι καὶ τὸν δράκοντα ἀνελόντα ἐν τῷ τῶν λεόντων λάκκῳ ἐνέβαλε τὸ δεύτερον. Ἡμῖν μὲν οὖν ἑπομένοις τῇ θείᾳ γραφῇ τῶν Παραλειπομένων, ἧς ἀνωτέρω τὴν χρῆσιν παρεθέμεθα σὺν τῇ ἐπιστολῇ Κύρου, οὕτω δοκεῖ πεπληρῶσθαι τὸ οʹ ἔτος εἰς τὸ παρὸν πρῶτον ἔτος Κύρου ἀπὸ τοῦ δʹ Ἰωακείμ, ὅπερ ἦν ἔτος αʹ τοῦ Ναβουχοδονόσωρ, κʹ δὲ καὶ γʹ ἀπὸ τῆς 282 ἀρχῆς τῆς προφητείας Ἱερεμίου καὶ ιγʹ τῆς Ἰωσίου βασιλείας, ἀφ' οὗ καί τισιν ἔδοξε τὸν αὐτὸν ἑβδομηκονταετῆ χρόνον ἀριθμεῖν ἐπὶ τὸ αʹ ἔτος Κύρου, ὅπερ ἀσύμφωνον καὶ τῇ θείᾳ ἀποφάσει τῇ διὰ στόματος Ἱερεμίου μετὰ κγʹ ἔτος ἐξενεχθείσῃ κατὰ τὸ δʹ ἔτος Ἰωακείμ, ὡς ἔξεστι τοῖς βουλομένοις ἐκ τῆς Ἱερεμίου γραφῆς πείθεσθαι, ἧς καὶ τὴν χρῆσιν προὐθήκαμεν διὰ τὸ εὐσύνοπτον, καὶ τῇ χρονικῇ συναριθμήσει ζγʹ συλλογιζομένῃ ἀντὶ τῶν οʹ ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου. Ἄξιον δὲ καὶ τὸν θεόφρονα Ἔσδραν τὰ αὐτὰ τῇ βʹ τῶν Παραλει πομένων τρανότερον ἡμῖν διδάσκοντα, ὅτι τῷ αʹ ἔτει Κύρου ὁ ἑβδομη κονταετὴς χρόνος πεπλήρωται, προάγειν, ἐν οἷς οὕτω γράφει· Κῦρος Ἑλληνιστὶ ἐκαλεῖτο, Ἀρταξέρξης δὲ Περσιστί. τῷ γʹ ἔτει αὐτοῦ κατέγραψε πρὸς αὐτὸν Βάλσαμος καὶ Μιθριδάτης καὶ Ῥωμέλιος περὶ τῶν οἰκοδομούντων τὸν ναόν, καὶ ἔπαυσεν αὐτοὺς μετὰ τὸ θεμελιῶσαι ὁ αὐτὸς Κῦρος. Τοῦτον ὁ Ἔσδρας καλεῖ Ἀρταξέρξην ἐν τῇ γραφῇ αὐτοῦ καὶ Ἀρτασασθάς.ὁ δὲ τὸν Ἔσδραν ἀπολύσας μετὰ τιμῆς εἰς Ἱερουσαλὴμ ἄλλος Ἀρταξέρξηςἐστίν, ὁ λεγόμενος Μακρόχειρ, ἔγγονος ∆αρείου τοῦ Ὑστάσπου. Κῦρος στρατεύσας ἐπὶ Μασσαγέτας ὑπὸ Τομύριδος γυναικὸς βασιλίδος αὐτῶν διεφθάρη. μεθ' ὃν Καμβύσης παῖς κρατεῖ Περσῶν ἔτη ηʹ. τοῦτον οἴονταί τινες εἶναι Ναβουχοδονόσωρ βʹ τὸν κατὰ Ὁλοφέρνην καὶ τὴν Ἰουδήθ, ὡς καὶ Ἀφρικανός, ὅπερ ἀδύνατον, πρῶτον μὲν ὅτι ὀκτωκαιδεκάτῳ ἔτει αὐτοῦ γέγραπται ἐν τῇ Ἰουδὴθ ἐξαπεστάλθαι Ὁλοφέρνης κατὰ Συρίας καὶ Παλαιστίνης καὶ Αἰγύπτου, οὗτος δὲ ηʹ μόνα ἔτη ἐβασίλευσε καὶ πῶς τῷ ὀκτωκαιδεκάτῳ ἔτει αὐτοῦ ἐξέπεμψεν Ὁλοφέρνην; ἔπειτα ὅτι ἐπὶ Ἰωακεὶμ τοῦ μεγάλου ἀρχιερέως, ὃς ἦν υἱὸς Ἰησοῦ τοῦ Ἰωσεδέκ, 283 γέγραπται πεπρᾶχθαι τὰ κατὰ Ἰουδὴθ καὶ Ὁλοφέρνην· ὁ δὲ Ἰωακεὶμμετὰ τὴν Καμβύσου τελευτὴν ἀρχιεράτευσεν εἰς ἔτη κʹ. Λείπεται ἄρα τὰ κατὰ τὴν Ἰουδὴθ ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τε Μακρόχει ρος Ἀρταξέρξου καὶ τοῦ Καμβύσου γεγονέναι. ἀλλ' ἐν μὲν τοῖς χρόνοις ∆αρείου τοῦ μετὰ Καμβύσην οὐ δυνατὸν τοῦτο φάναι. τὸν γὰρ ἅπαντα χρόνον αὐτοῦ σχεδὸν ὁ Ζοροβάβελ ἡγεῖτο τῶν Ἰουδαίων, φίλτατος ὢν τῷ αὐτῷ ∆αρείῳ Ὑστάσπου σὺν Ἰησοῦ τῷ τοῦ Ἰωσεδέκ. ἀλλ' οὐδὲἐπὶ τοῦ Μακρόχειρος Ἀρταξέρξου ἀπὸ τοῦ κʹ ἔτους αὐτοῦ ἕως τοῦ λβʹ, ἐν ᾧ χρόνῳ ὁ Νεεμίας τὰ τείχη Ἱερουσαλὴμ ἀνήγειρεν. Ἐλιάσιβος γὰρ ἱεράτευεν, ὁ μετὰ τὸν Ἰωακείμ, υἱὸς αὐτοῦ, ἐπὶ Νεεμίου, ὡς γέγρα πται. Λείπεται ἄρα ἐπὶ Ξέρξου τοῦ υἱοῦ ∆αρείου τοῦ